Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.136
Not analysed yet
δὲ γέγονε καὶ καλὴ ἡ πλησίον τοῦ νυμφίου γενομένη καὶ τὰς ἐκεῖθεν μαρμαρυγὰς δεξαμένη, καὶ φωτοειδὴς ἐκ τοῦ φωτὸς γενομένη. Γένοιτο δὲ ἡμᾶς ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζομένους τὴν αὐτὴν εἰκόνα μεταμορφοῦσθαι ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι ἡ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΤΡΙΤΟΣ. Εὐχῆς γὰρ ἡμῖν δεῖ καὶ εὐχῆς ἐπιμελοῦς καὶ σπουδαίας, ἵνα οἱ ἡμέτεροι ὀφθαλμοὶ γένωνται περιστεραὶ πνευματικῶς ὁρῶντες, καὶ ὑπερβαίνοντες τὸ τοῦ γράμματος κάλυμμα, καὶ διαρθροῦντες ἐναργῶς τὰ κεκρυμμένα μυστήρια. Οὔτε γὰρ δυνατὸν ἑτέρως τῆς θείας Γραφῆς καταμαθεῖν τὴν διάνοιαν, διαφερόντως δὲ τοῦ ᾌσματος τῶν ᾀσμάτων, εἰ μὴ αὐτὸς ὁ τοῖς συγγραφεῦσιν ἐκείνοις ἐμπνεύσας τὸ ὀπτικὸν ἡμῶν φωτίσειε, χάριτος ἀκτῖνας πέμψας, καὶ τὸν κεκρυμμένον ὑποδείξειε νοῦν. Φέρε τοίνυν, τὸν ἀποκαλύπτοντα μυστήρια κατὰ τὸν σοφὸν Δανιὴλ ἐπικαλεσάμενοι βοηθὸν, τῆς ἑρμηνείας ἁψώμεθα τοῦ συγγράμματος τὴν ἀκολουθίαν φυλάττοντες. Ἐν μὲν οὖν τῷ τέλει τοῦ πρὸ τούτου συγγράμματος ἠκούσαμεν τοῦ νυμφίου τῆς νύμφης τὸ κάλλος θαυμάζοντος, καὶ ἑκάστῳ μορίῳ εὐφημίαν προσάγοντος, καὶ μετὰ ταῦτα ὅλην αὐτὴν, ὡς ἄμωμον ἐγκωμιάζοντος· οὐ γὰρ ἔχει σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, κατὰ τὸν μακάριον Παῦλον, τῶν ἐν ἀρετῇ τετελειωμένων ψυχῶν ὁ χορός. Ἐνταῦθα δὲ καλεῖ αὐτὴν ἀπὸ τοῦ Λιβάνου νύμφην προσαγορεύων, καί φησι· ηʹ. Δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο, ἀπὸ τοῦ Λιβάνου ἐλεύσῃ· καὶ διελεύσῃ ἀπ' ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανὴρ καὶ Ἀερμὼν, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων. Ἐοικέναι δὲ ταῦτά μοι δοκεῖ τοῖς ἐν τῷ μδʹ ψαλμῷ πρὸς τὴν νύμφην εἰρημένοις· «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυ-