Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.137
Not analysed yet
μήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι Κύριός σου.» Καὶ γὰρ ἐκεῖ παραίνεσιν αὐτῇ καὶ συμβουλὴν ὁ λόγος προσφέρει, ἐπιλαθέσθαι τε τοῦ λαοῦ αὐτῆς καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς παρακελεύεται, ὡς οὐκ ἂν ἑτέρως τοῦ βασιλέως τοῦ κάλλους αὐτῆς ἐπιθυμήσοντος, εἰ μὴ τοῦτο γένοιτο. Λαὸν δὲ αὐτῆς καὶ οἶκον πατρὸς τὰ παλαιὰ ἔθη καλεῖ, περὶ ὧν ὁ μακάριος Παῦλός φησιν· «Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους. Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία τοῦ Σωτῆρος ἡμῶν Θεοῦ ἐπεφάνη· οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὑτοῦ ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως,» καὶ τὰ ἑξῆς. Ἐν τούτῳ δὲ τῷ συγγράμματι ἀπὸ Λιβάνου καλεῖ αὐτὴν, καὶ ἀπὸ Σανήρ· διὰ μὲν τοῦ Λιβάνου τὴν εἰδωλολατρείαν σημαίνων, διὰ δὲ τοῦ Σανὴρ, ὃ ἑρμηνεύεται λύχνων ὁδὸς, τὴν ἐν νόμῳ πολιτείαν. Λύχνος γὰρ ὁ νόμος, ὁ ἐν νυκτὶ λάμπων· ἥλιος δὲ ὁ Χριστὸς, ὡς ἐν ἡμέρᾳ φαίνων. Διὸ καὶ ὁ Θεὸς διὰ τοῦ προφήτου φησίν· Τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Προστίθησι δὲ καὶ τὸ Ἀερμὼν ὄρος, καὶ δι' αὐτοῦ τὸν νόμον παραδηλῶν· φησὶ γὰρ ἐν Ψαλμοῖς ὁ μέγας Δαβίδ· «Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιὼν,» τουτέστι τὰ τοῦ νόμου διδάγματα, τοῖς ὄρεσι τῆς Σιὼν χορηγούμενα. Ὄρη δὲ νοητέον τοὺς ἐν ἀρετῇ τελείους, ὡς ὑψηλοὺς καὶ ἐπισήμους, καὶ κατὰ τὸ φρόνημα τὸ θεῖον ὑπερανεστηκότας. Καλεῖ τοιγαροῦν ὁ νυμφίος τοὺς μὲν ἀπὸ Λιβάνου, ὡς εἰδώλοις προσεδρεύειν δεδιδαγμένους· τοὺς δὲ ἀπὸ Σανὴρ καὶ Ἀερμὼν, ὡς τοῦ νόμου τὴν δρόσον δεχομένους, καὶ ὑπὸ τῶν θείων ἐντολῶν φωτιζομένους. Τούτοις ἐπάγει· «Ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων·» μάνδρας μὲν λεόντων τοὺς θρασυτάτους καὶ μανικωτάτους Ἰουδαίους προσαγορεύων· παρδάλεις δὲ τοὺς τῶν Ἑλλήνων σοφοὺς, οἳ τῇ ποικιλίᾳ τῶν λόγων, καὶ τῇ τεχνολογίᾳ τῶν σοφισμάτων, τὴν ψευδολογίαν συγκαλύπτοντες, πιθανὴν τοῖς ἀνοήτοις ἀπέφαινον. Οὕτω καλέσας τὴν νύμφην, καὶ συναγαγὼν αὐτὴν ἀπὸ τῶν διαφόρων ὀρῶν, καὶ διὰ τῆς πίστεως αὐτῇ τὴν σωτηρίαν πραγματευσάμενος, καὶ τὸ ἐντεῦθεν αὐτῇ γενόμενον θεασάμενος κάλλος, φησὶ πρὸς αὐτήν· θʹ. Ἐκαρδίωσας ἡμᾶς. ἀδελφή μου νύμφη, ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ τῶν ὀφθαλμῶν σου, ἐν ἑνὶ ἐνθέματι τραχήλου σου. Τὸ δὲ, «ἐκαρδίωσας ἡμᾶς,» ὁ Σύμμαχος, «ἐθάρσυνας,» ἔφη. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οἱ μὲν δύο ὀφθαλμοί σου θαυμαστοὶ, καὶ πνευματικοὶ, καὶ περιστεραὶ εἰκότως προς-