Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.140
Not analysed yet
αγορευόμενοι· θάτερος δὲ αὐτῶν ὑπερεκπλήττει με ὁ τὰ θεῖα κατοπτεύων, ὁ θεολογεῖν δεδιδαγμένος, ὁ τὰ κεκρυμμένα ὁρῶν μυστήρια. Καὶ θαυμάζω μὲν πάντας τοὺς κόσμους τοῦ τραχήλου σου· τὴν δὲ πρακτικὴν ἀρετὴν διὰ τούτων αἰνίττεται, ἐπειδὴ ὁ τράχηλος, φέρων τῶν θείων ἐντολῶν τὸν ζυγὸν, ἕλκει καὶ διατέμνει τῆς δικαιοσύνης τὰς αὔλακας· ἐπαινῶ μὲν οὖν καὶ τοὺς ἄλλους τῆς ἀρετῆς κόσμους ἐν τῷ τραχήλῳ σου λάμποντας, ὑπεράγαμαι δὲ καὶ θαυμάζω τὸν ἕνα, καὶ ἐκπλαγεὶς τὸ κάλλος τοῦ τε ἑνὸς ὁρμίσκου, καὶ τοῦ τὰ θεῖα θεωροῦντος ὀφθαλμοῦ, ἐτρώθην σου τῷ ἔρωτι. Ζητήσωμεν δὲ τίς ἄρα ὁ εἷς ἐκεῖνος κόσμος ἐν τῷ τραχήλῳ περικείμενος καὶ τοὺς ἄλλους ὑπερέχων, καὶ μάθωμεν παρὰ τοῦ μακαρίου Παύλου, ὅτι «Μένει πίστις, ἐλπὶς, ἀγάπη· τὰ τρία ταῦτα· μείζων δὲ τούτων πάντων ἡ ἀγάπη.» Καὶ πάλιν· «Πλήρωμα δὲ νόμου ἡ ἀγάπη.» Καὶ ἀλλαχοῦ· «Ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται ἐν τῷ, Ἀγαπήσεις τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν.» Τοῦτον τοίνυν τὸν ὁρμίσκον τῆς νύμφης ὁ νυμφίος θαυμάζει. Ὁρμίσκον γὰρ ἀντὶ ἐνθέματος ὁ Σύμμαχος τέθεικε. Θαυμάζει δὲ αὐτῆς καὶ τὸν ἕνα ὀφθαλμὸν, οὐ σκώπτων τὸν ἕτερον· ἀμφοτέροις γὰρ ἤδη τὴν εὐφημίαν προσήνεγκεν· ἀλλὰ τὴν τῶν νοητῶν θεωρίαν θαυμαστοτέραν τῆς τῶν αἰσθητῶν κατανοήσεως ἐπιστάμενος. Τὸ δὲ, ἐκαρδίωσας, ἀντὶ τοῦ, διήγειρας ἡμᾶς πρὸς ἔρωτά σου, καὶ φίλτρον σου· τοιοῦτον ὀφθαλμὸν ἔχουσα, καὶ τοιοῦτον ὁρμίσκον περικειμένη. ιʹ. Τί ἐκαλλιώθησαν μαστοί σου, ἀδελφή μου, νύμφη, τί ἐκαλλιώθησαν μαστοί σου, ἀπὸ οἴνου; καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα. Ἀπὸ γὰρ τοῦ πνευματικοῦ οἴνου, καὶ τοῦ μυστικοῦ πόματος, πλείονα εὐμορφίαν οἱ μαστοί σου προσεκτήσαντο· μαστοὺς δὲ τοὺς τῆς διδασκαλίας προείπομεν ἤδη εἶναι κρουνούς. Καὶ ὀσμὴ δὲ τῶν ἱματίων σου πάσης εὐκοσμίας τυγχάνει μεστὴ, καὶ τῶν ἀρωμάτων ἁπάντων εὐωδεστέρα καθέστηκεν· ἐμὲ γὰρ ἐνδέδυσαι τὸν νυμφίον· καὶ μάρτυς Ἡσαΐας προαγορεύων, καὶ λέγων· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης περιέθηκέ μοι.» Ταῦτά σου τὰ ἱμάτια τοσαύτην εὐωδίαν ἀφίησιν, ὡς νικᾷν τὴν νομικὴν ἀρετὴν, ἀρώματα τροπικῶς προσηγορευμένην, τὴν ἐκ τῶν σῶν ἱματίων πανταχοῦ διατρέχουσαν εὐοσμίαν. Καλεῖ δὲ αὐτὴν οὐ μόνον νύμφην, ἀλλὰ καὶ ἀδελφὴν, ἐπειδὴ καὶ ὁ μακάριος Παῦλός φησιν· «Εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.» Καὶ αὐτὸς ὁ Κύριος ἀναστὰς ταῖς παρὰ τὸ μνημεῖον ἑστώσαις γυναιξί· «Πορευθεῖσαι, φησὶν, εἴ-