Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.141
Not analysed yet
πατε τοῖς ἀδελφοῖς μου,» καὶ τῷ Πέτρῳ· Ἰδοὺ προάγω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.» Καὶ ἀδελφὴ τοίνυν ἐστὶν αὐτοῦ, καὶ νύμφη, καὶ πλησίον· πλησίον μὲν, κατὰ τὸ, «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου·» νύμφη δὲ, ὡς παρ' αὐτοῦ τὰ τῆς διδασκαλίας σπέρματα δεχομένη, καὶ τίκτουσα τὸν τῆς εὐσεβείας καρπόν· ἀδελφὴ δὲ ὡς τὴν αὐτὴν αὐτῷ φύσιν περικειμένη κατὰ τὸ ἀνθρώπειον. Ἐπιμένει τοίνυν αὐτῆς διεξιὼν τὸ ἐγκώμιον, καί φησι· ιαʹ. Κηρίον ἀποστάζει τὰ χείλη σου, νύμφη· μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου, καὶ ὀσμὴ ἱματίων σου, ὡς ὀσμὴ λιβάνου. Ἀναγκαῖον τούτοις παραθεῖναι τὴν ἀποστολικὴν διδασκαλίαν τὴν λέγουσαν· «Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνὸς πολλὰ ὄντα ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός· καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς οἱ πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι, καὶ πάντες εἰς ἓν Πνεῦμα ἐποτίσθημεν· καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά·» καὶ μετ' ὀλίγα, «Εἰ ἦν, φησὶ, τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;» καὶ πάλιν, «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.» Οὐκοῦν ἐκ πολλῶν μελῶν ἡ Ἐκκλησία συγκειμένη ἓν σῶμα πληροῖ· νοήσωμεν τοίνυν, τινὰς μὲν αὐτῆς εἶναι ὀφθαλμοὺς, τινὰς δὲ ἀκοὰς, τινὰς δὲ χείλη· διὸ καὶ ὁ νυμφίος φησὶν αὐτῇ· «Κηρίον ἀποστάζει χείλη σου νύμφη· Μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου. Δηλοῖ δὲ ἐνταῦθα τοὺς τῆς Ἐκκλησίας διδασκάλους, τὴν εὐσεβῆ διδασκαλίαν προσφέροντας, καὶ οἱονεὶ κηρίον μελισσῶν ἐν τοῖς χείλεσι φέροντας, καὶ τὰς σταγόνας τοῦ μέλιτος ἀποστάζοντας· ἔχοντας δὲ οὐ μόνον μέλι, ἀλλὰ καὶ γάλα, καὶ ἑκάστῳ τὴν πρόσφορον προσφέροντας τροφὴν, καὶ τοῖς νηπίοις τὴν ἁρμόττουσαν, καὶ τοῖς τελείοις τὴν προσήκουσαν. Τὰ δὲ κηρία τοῦ μέλιτος, τὰ ἐν τοῖς χείλεσι τῶν διδασκάλων φερόμενα, αἱ θεῖαι τυγχάνουσι Γραφαὶ, μελίττας ἔχουσαι κηροπλαστούσας καὶ μελιτουργούσας, τοὺς ἱεροὺς προφήτας καὶ ἀποστόλους· ἐκεῖνοι γὰρ τοὺς λειμῶνας τοῦ παναγίου περιιπτάμενοι Πνεύματος, τὰ κηρία τῶν θείων ἡμῖν Γραφῶν οἷον πηξάμενοι, καὶ τοῦ μέλιτος τῆς διδασκαλίας ἐμπλήσαντες, εἰς ἡμᾶς τὴν ὠφέλειαν παρέπεμψαν. Καὶ ἔοικε κηρῷ μὲν τὸ γράμμα, μέλιτι δὲ τὸ ἐν αὐτῷ κρυπτόμενον νόημα· τούτου τοῦ μέλιτος τὰς σταγόνας ἀφίησι τῶν εὐσεβῶν διδασκάλων τὰ χείλη. Ὀρέγει δὲ καὶ γάλα ἀπὸ τῆς γλώττης αὐτῶν φερόμενον τοῖς τοῦ γάλακτος δεομένοις· ἐπιμένει δὲ πάλιν θαυμάζων τῆς νύμφης τὰ ἱμάτια, καί φησι· «Καὶ ὀσμὴ ἱματίων σου, ὡς ὀσμὴ τοῦ λιβάνου.» Προειρήκαμεν ὡς αὐτὸς αὐτῇ γέγονεν ἱμάτιον ὁ νυμφίος· καὶ μάρτυς ὁ μακάριος Παῦλος λέγων· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Ὁ δὲ νυμφίος, καὶ