Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.144
Not analysed yet
Θεός ἐστι προαιώνιος, καὶ ἄνθρωπος ἐπ' ἐσχάτων ἡμερῶν ἐκ τῆς ἁγίας Παρθένου γεννηθείς· καὶ μένων ὃ ἦν, προσέλαβε τὸ ἡμέτερον, καὶ τὴν πάλαι γεγυμνωμένην ἠμφίασε νύμφην. Διό φησι πρὸς αὐτήν· «Ὀσμὴ ἱματίων σου, ὡς ὀσμὴ τοῦ λιβάνου·» τὸν γὰρ Χριστὸν ἐνδέδυται, ὅς ἐστι Θεὸς καὶ ἄνθρωπος· θεολογίας δὲ σύμβολον ὁ λίβανος, ἐπειδὴ κατὰ τὸν παλαιὸν νόμον Θεῷ προσεφέρετο. ιβʹ. Κῆπος κεκλεισμένος, ἀδελφή μου, νύμφη, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη.» Καὶ καλεῖ μὲν αὐτὴν κῆπον, ὡς οὐχ ἕνα καρπὸν εὐσεβείας καὶ ἀρετῆς, ἀλλὰ πολλοὺς καὶ ποικίλους τίκτουσαν· κεκλεισμένον δὲ, ὡς περιπεφραγμένον, καὶ ἀνεπιβούλευτον· «Πύλαι γὰρ ᾅδου, φησὶν, οὐ κατισχύσουσιν αὐτῆς·» οὐ γάρ ἐστι κατ' ἐκείνην τὴν ἐξ Αἰγύπτου μετατεθεῖσαν, «Ἣν ἐτρύγησαν πάντες οἱ παραπορευόμενοι τὴν ὁδὸν, καὶ ἐλυμήνατο ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο·» ἀλλὰ περιπέφρακται, καὶ τετείχισται, καὶ κήπῳ κεκλεισμένῳ παρέοικε, πολλοὺς μὲν καὶ παντοδαποὺς ἔχοντι καρποὺς, τοὺς δὲ κλῶπας οὐ δεχομένῳ, ἀλλὰ φεύγοντι τῶν ἐπιβουλευόντων τὰς χεῖρας. Καὶ πηγὴ δέ ἐστιν ἐσφραγισμένη· οὐ γὰρ πᾶσι προκεῖται, ἀλλὰ τοῖς ἀξίοις ταῦτα τὰ νάματα· περὶ ταύτης τῆς πηγῆς καὶ ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριός φησιν· «Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Εἰκότως τοίνυν αὐτὴν πηγὴν ἐσφραγισμένην καλεῖ, ὡς μὴ πᾶσιν, ἀλλὰ τοῖς ἀξίοις προκειμένην. Οὐ γὰρ τοῖς ἀμυήτοις, ἀλλὰ τοῖς μεμυημένοις πρόκειται τὰ θεῖα μυστήρια· οὐ τοῖς ἐν ἀνομίαις μετὰ τὴν μύησιν καλινδουμένοις, ἀλλὰ τοῖς ἀκριβείᾳ συζῶσιν, ἢ διὰ μετανοίας καθαιρομένοις· οὐ μόνον δέ φησι, «Κῆπος κεκλεισμένος, καὶ πηγὴ ἐσφραγισμένη,» ἀλλὰ καί· ιγʹ—ιεʹ. Ἀποστολαί σου παράδεισος ῥοῶν, μετὰ καρποῦ ἀκροδρύων· κύπροι μετὰ νάρδων. Νάρδος καὶ κρόκος, κάλαμος καὶ κινάμωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου· σμύρνα, ἀλόη μετὰ πάντων πρώτων μύρων. Πηγὴ κήπων, φρέαρ ὕδατος ζῶντος, καὶ ῥοιζοῦντος ἀπὸ Λιβάνου. Ταῦτα πάντα, φησὶν, ἀπέστειλάς μοι, καὶ προσήνεγκάς μοι κατὰ τὸν τοῦ γάμου καιρόν· καὶ πρῶτον μὲν, τὸν παράδεισον τῶν ῥοῶν, ὃς οὐκ ἦν ἄμοιρος οὐδὲ τῶν ἄλλων ἀκροδρύων· ῥοὰν δὲ ἡγοῦμαι τροπικῶς νομίζεσθαι τὴν ἀγάπην, ἐπειδὴ ὑφ' ἑνὶ καλύμματι μυρίοι κατὰ ταυτὸν συγκείμενοι κόκκοι, καὶ ἀλλήλοις ἡνωμένοι, ἀλλήλους οὐκ ἀποθλίβουσιν, οὐδὲ διαφθείρουσιν, ὑγιαίνοντες εἰ μή τις σηπεδὼν ἐν μέσῳ γένοιτο· ἔστι δὲ καὶ ἐκ τῶν μέσων διαφραγμάτων καὶ ἑτέραν εὑρεῖν θεωρίαν· καὶ γὰρ ἐν τοῖς σωζομένοις πολλὰ ὁρῶμεν τάγματα· ἄλλο γὰρ τάγμα παρθενευόντων, καὶ ἄλλο ἐγκρατευομένων, καὶ ἄλλο