Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.145
Not analysed yet
τὸν τοῦ γάμου ζυγὸν ἐφελκόντων, καὶ τῶν πλούτῳ περιῤῥεομένων, καὶ ἄλλο τῶν πενίᾳ συζώντων· ἄλλο δούλων τὴν εὐσέβειαν ἀγαπώντων, καὶ ἄλλο δεσποτῶν ἐννόμως κυριευόντων. Ἔχει τοίνυν καὶ ἡ ῥοὰ οἷόν τινα διατειχίσματα, κατὰ συμμορίας τινὰς τοὺς κόκκους διακρίνοντα· διὰ τοῦτο τὰς τῆς νύμφης ἀποστολὰς παραδείσῳ ῥοῶν ἀπεικάζει· πρῶτον γὰρ αὐτῆς θαυμάζει τὸν τῆς ἀγάπης καρπὸν, λέγει δὲ αὐτὴν καὶ τοῖς ἄλλοις τῆς ἀρετῆς εἴδεσι κομᾷν· «Μετὰ καρποῦ ἀκροδρύων.» Εἶτα κατ' εἶδος ταῦτα διέξεισιν. «Κύπροι γὰρ μετὰ νάρδων.» Κύπρος δὲ εἶδος δένδρου, ἀφ' οὗ θερμὸν κατασκευάζεται ἔλαιον. Καὶ ἡ νάρδος δὲ, ἄρωμα εὐῶδες, ἀφ' οὗ πάλιν ἔλαιον ὁμώνυμον γίνεται, καὶ αὐτὸ θερμὸν, καὶ εἰς θεραπείαν σωμάτων ἐπιτήδειον. Ἀλλὰ καὶ κρόκον λέγει τὸν παράδεισον ἔχειν· χρεία γὰρ ἡμῖν οὐ μόνον τῶν θερμαινόντων ἡμᾶς, καὶ πυρσευόντων ἐν ἡμῖν τὴν περὶ τὸν Θεὸν ἀγάπην, ἀλλὰ καὶ τῶν διαψυχόντων τὰς ἀκολάστους ἐπιθυμίας· τῶν διαψυχόντων γὰρ ὁ κρόκος. «Καὶ κάλαμος, φησὶ, καὶ κινάμωμον.» Ἔστι δὲ καὶ ταῦτα ἀρωμάτων μὲν εἴδη, τροπικῶς δὲ νοούμενα. Διὰ γὰρ τοῦ καλάμου τὰ εὐσεβῆ σημαίνει συγγράμματα· «Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου·» εὐώδης δὲ ὁ ἀρωματικὸς κάλαμος· καὶ γὰρ τῶν τῆς εὐσεβείας διδασκάλων ἡ γλῶττα πάσης εὐοσμίας πεπλήρωται· συνῆπται δὲ τῷ καλάμῳ τὸ κινάμωμον, ὅπερ τῷ Θεῷ κατὰ τὸν παλαιὸν προσεφέρετο νόμον, ἵνα μάθωμεν ὅτι τὰ περὶ Θεοῦ συγγράμματα ἐπαινετά τέ ἐστι, καὶ εὐώδη, καὶ τοῖς προειρημένοις ἡδύσμασιν ἀπεικασμένα. Τούτοις ἐπιφέρει· «Μετὰ πάντων ξύλων τοῦ Λιβάνου·» Ἔχει γὰρ, φησὶ, καὶ τὴν ἐν νόμῳ πολιτευομένην ἀρετὴν, οὐ τὴν κατὰ τὸ γράμμα, ἀλλὰ τὴν κατὰ τὸ πνεῦμα· διὰ γὰρ τοῦ Λιβάνου τὴν Ἱερουσαλὴμ σημαίνεσθαι πολλάκις ἐδιδάχθη. Ἔχει δὲ καὶ «σμύρναν καὶ ἀλόην μετὰ πάντων τῶν πρώτων μύρων.» Τουτέστι τὴν νέκρωσιν τῶν παθῶν· νεκρῶν γὰρ ἴδιον ἡ σμύρνα· καὶ τὸ πικρὸν τῶν πειρασμῶν· πικρὰ γὰρ ἡ ἀλόη. Καὶ ἁπαξαπλῶς πάντα τὰ πρῶτα ἔχει τῶν μύρων, οὐ τὰ δεύτερα, οὐδὲ τὰ τρίτα, ἀλλὰ τὰ πρῶτα· τῶν γὰρ τελείων τὰ τέλεια. Ἔχει δὲ καὶ «πηγὴν, καὶ φρέαρ ὕδατος ζῶντος, καὶ ῥοιζοῦντος ἀπὸ τοῦ Λιβάνου.» Οὐ γὰρ μόνον τὴν εὐαγγελικὴν ἔχει διδασκαλίαν προφανῶς ῥέουσαν, ἀλλὰ καὶ τοῦ νόμου τὸ φρέαρ, ὅπερ ἐστὶ φρέαρ ὕδατος ζῶντος, καὶ κεκρυμμένα μὲν ἔχον τὰ νάματα, ῥοιζοῦντα δὲ, καὶ ἦχον ἀποτελοῦντα, καὶ ἀπὸ τοῦ Λιβάνου προχεόμενα ἐν Ἱεροσολύμοις γὰρ ἤνθει ἡ νομικὴ πολιτεία, ἥτις Λίβανος τροπικῶς ὀνομάζεται· μετέβη δὲ καὶ τοῦτο τὸ φρέαρ εἰς τὴν τοῦ Κυρίου νύμφην, τὴν Ἐκκλησίαν· καὶ ἔστι κρυπτόμενον, ἀλλὰ ῥοίζῳ φερόμενον καὶ ἄρδον τὸν τῆς Ἐκκλησίας παράδεισον. Τῶν ἄνωθεν ἡ νύμφη ἐπαίνων ἀκούσασα, καὶ ἡσθεῖσα, καὶ εὐφραν-