Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.157
Not analysed yet
τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.» Οὐ μόνον δὲ λευκός ἐστιν, ἀλλὰ καὶ πυῤῥός· οὐ μόνον γάρ ἐστι Θεὸς, ἀλλὰ καὶ ἄνθρωπος· τὸ δὲ πυῤῥὸν παραδηλοῖ τὸ γήϊνον· διὸ καὶ ἐν τῷ Ἡσαΐᾳ ἐρωτῶσιν αἱ θεῖαι δυνάμεις, ὁρῶσαι αὐτὸν ἀπὸ γῆς εἰς οὐρανὸν ἀνιόντα, καί φασι· «Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; Οὗτος ὡραῖος ἐν στολῇ, βίᾳ μετὰ ἰσχύος·» καὶ θαυμάζουσιν αὐτοῦ καὶ τὸ ἐν σώματι κάλλος, στολὴν αὐτοῦ τοῦτο προσαγορεύσαντες. «Ὡραῖος γάρ ἐστι κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων,» ὡς ἄνθρωπος· τὸ γὰρ θεῖον αὐτοῦ κάλλος ἀσύγκριτον, ὡς ἀνέφικτον· ἐρωτῶσι δὲ αὐτὸν, καί φασιν· «Ἱνατί σου ἐρυθρὰ τὰ ἱμάτια, ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρης καταπεπατημένης;» Καὶ διδάσκει αὐτὰς μαθεῖν ποθούσας τῆς ἐρυθρότητος τὴν αἰτίαν, καὶ λέγει· «Ληνὸν ἐπάτησα μονώτατος, καὶ τῶν ἐθνῶν οὐδεὶς ἦν μετ' ἐμοῦ·» —»Οὔτε γὰρ πρέσβυς, οὔτε ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς,» κατὰ τὴν Ἡσαΐου προφητείαν· «Καὶ συνεπάτησα αὐτὸς, φησὶν, ἐν τῷ θυμῷ μου, καὶ συνέθλασα αὐτοὺς ἐν τῇ ὀργῇ μου,» τοὺς τῆς ἀνθρωπείας φύσεως πολεμίους δαίμονας, καὶ τῶν ἐκείνων στρατόν· «Καὶ κατεῤῥάνθη τῷ κατανικήματι αὐτῶν τὰ ἱμάτιά μου·» ἐν γὰρ τῷ νικᾷν καὶ καταλύειν αὐτῶν τὸ κράτος, ἔλαβόν τινας αἱμάτων ῥανίδας ἐν τοῖς ἱματίοις· δηλοῖ δὲ τὸν τριήμερον θάνατον. Καὶ προσεκτέον ἀκριβῶς, ὡς οὐ λέγει κατεῤῥάνθην ἐγὼ, ἀλλὰ κατεῤῥάνθη τῷ κατανικήματι αὐτῶν τὰ ἱμάτιά μου, τουτέστι τὸ σῶμά μου· ἀπαθὴς γὰρ ἡ θεία φύσις, τὸ δὲ σῶμα τὸ πάθος ἐδέξατο· σύροντος μὲν αὐτὸ τοῦ ἑνωθέντος Θεοῦ Λόγου, πάθος δὲ ἐκεῖθεν οὐχ ἑλκύσαντος, ἐπειδὴ φύσει τὸ Θεῖον πάθους ὑπέρτερον. Διὰ τοῦτό φησιν ἡ νύμφη· «Ἀδελφιδοῦς μου λευκὸς καὶ πυῤῥὸς, ἐκλελεγμένος ἀπὸ μυριάδων.» Ἁπάσης γὰρ φύσεως κρείττων ἡ ἀπαρχή· «Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·» διὸ θυσία ἄμωμος ὑπὲρ παντὸς προσηνέχθη τοῦ γένους· τούτου χάριν καὶ διὰ Ἡσαΐου τοῦ προφήτου ὁ τῶν ὅλων προαγορεύει Θεὸς λέγων· «Ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρετισάμην, ὁ ἐκλεκτός μου, ὃν ηὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ' αὐτὸν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.» Εἰκότως τοίνυν ἡ νύμφη φησίν· «Ἀδελφιδοῦς μου λευκὸς καὶ πυῤῥὸς, ἐκλελεγμένος ἀπὸ μυριάδων.» Ἔπρεπε γὰρ τῷ τὰς ἁμαρτίας ἡμῶν ἀνειληφότι, αἵτινες ἦσαν πυῤῥαὶ ὡς φοινικοῦν, καὶ ὡς κόκκινον, πυῤῥῷ γενέσθαι καὶ προσαγορευθῆναι· «Ἀλλὰ καὶ κεφαλὴ αὐτοῦ, φησὶ, χρυσίον ὀφάτζ·» κατὰ μὲν τὸν Σύμμαχον, «ὡς λίθος τίμιος·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, «ἐπίσημος χρυσῷ.» Κεφαλὴν δὲ αὐτοῦ τροπικῶς καλεῖ τὸ Θεῖον, τὸ λευκὸν