Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.160
Not analysed yet
ἄνω προσαγορευθέν. Διὸ χρυσῷ καὶ λίθῳ αὐτὴν ἀπεικάζει, ταῖς παρὰ ἀνθρώποις τιμιωτάταις ὕλαις· οὐ γὰρ εὗρεν ἕτερον ὄνομα εὐπρεπέστερον. «Βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ.» Τὰς ἐκ τῆς κεφαλῆς ἐκείνου προχεομένας χάριτας ἡγοῦμαι βοστρύχους ὀνομάζεσθαι· μέλανας μὲν κατ' ἄλλο, ἐλάτας δὲ καθ' ἕτερον ὀνομαζομένους. Αἱ γὰρ ἐλάται, καρπός εἰσι φοινίκων ἀρσένων, τοῖς θήλεσιν ἐπιβαλλόμενοι, καὶ ὡρίμους γίνεσθαι παρασκευάζοντες τοὺς ἐκείνων καρπούς. Ἐπειδὴ τοίνυν τῶν ποικίλων αὐτοῦ χαρισμάτων ἀπολαύοντες οἱ πεπιστευκότες αὐτῷ καρποφοροῦσιν αὐτῷ τὴν εὐσέβειαν, ἐλάταις εἰκότως ἀπεικάζει τοὺς βοστρύχους· μέλανας δὲ προσαγορεύει, διὰ τοῦ βαθέος χρώματος καὶ σκοτεινοῦ, τὸ ἀνέφικτον τῶν οἰκονομιῶν παραδηλῶν. «Βόστρυχοι ἐλάται, μέλανες ὡς κόραξ·» τὸν δὲ κόρακα ἐνταῦθα περιείληφε τῆς χρόας ἕνεκα μόνης· «Οἱ ὀφθαλμοὶ αὐτοῦ, φησὶν, ὡσεὶ περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων· πάλιν ἐνταῦθα διὰ τῶν ὀφθαλμῶν τὸ ὀπτικὸν αὐτοῦ θαυμάζει. Διὸ ὡς περιστερὰς αὐτοὺς εἶναι λέγει ἐπὶ πληρώματα ὑδάτων· καὶ ἀναμιμνήσκει ἡμᾶς τῆς ἐν τῷ Ἰορδάνῃ κατελθούσης ἐπ' αὐτὸν περιστερᾶς. Καὶ μηδένα ξενιζέτω τὸ «ὡς περιστεραὶ,» ἀλλὰ μὴ «περιστερὰ» ῥηθῆναι· εὑρίσκομεν γὰρ οὐ μόνον «πνεῦμα,» ἀλλὰ καὶ «πνεύματα» παρὰ τῇ θείᾳ Γραφῇ προσαγορευόμενα· οὐκ ἐπειδὴ πολλὰ Πνεύματα ἅγια, ἓν γάρ ἐστι Πνεῦμα ἅγιον, ὁ Παράκλητος· ἀλλὰ τὰ τούτου χαρίσματα πνεύματα οἶδε καλεῖν ὁ μακάριος Παῦλος· «Καὶ πνεύματα γὰρ, φησὶ, προφητῶν προφήταις ὑποτάσσεται.» Ἐπειδὴ τοίνυν πάντα εἶχεν ὁ Δεσπότης Χριστὸς τοῦ Πνεύματος τὰ χαρίσματα, κατὰ τὸ ἀνθρώπειον, διό φησιν ἡ νύμφη· «Οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων.» Διηνεκῶς γὰρ εἰς τὴν τοῦ βαπτίσματος βλέπουσι χορηγίαν οἱ ὀφθαλμοὶ αὐτοῦ, τοὺς σωζομένους ἀναμένοντες, καὶ πάντων τὴν σωτηρίαν ποθοῦντες· ἀλλὰ καὶ «λελουμέναι ἐν γάλακτι, φησὶν, αἱ περιστεραὶ, καὶ καθήμεναι ἐπὶ πληρώματα ὑδάτων.» Τοὺς μὲν γὰρ γαλακτοτροφοῦσι, ταύτης τῆς τροφῆς δεομένους· τοὺς δὲ νεουργοῦσι καὶ ἀνανεοῦσιν, ὑπὸ τῆς ἁμαρτίας παλαιωθέντας, «καθήμεναι ἐπὶ πληρώματα ὑδάτων,» καὶ ταῦτα ἁγιάζουσαι. Καὶ εἰκότως ἔφη «πληρώματα ὑδάτων·» τοὺς γὰρ ἀτελῆ τὴν πίστιν κεκτημένους, καὶ μετὰ εἰλικρινοῦς πίστεως μὴ προσιόντας οὐχ ὑποδέχεται· ὁποῖος ἦν ὁ Σίμων, ὃς ἐβαπτίσθη μὲν, ἀνάξιος δὲ ὤφθη τῆς χάριτος, μὴ γενόμενος πεπληρωμένος, ἀλλ' ἐλλείπων, καὶ τὸ τέλειον οὐκ ἔχων τῆς πίστεως. «Σιαγόνες αὐτοῦ, φησὶν, ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικὰ, καὶ χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη.» Σιαγόνας δὲ πάλιν καὶ χείλη τὴν διδασκαλίαν καλεῖ· ὄργανα γὰρ τοῦ λόγου καὶ χείλη, καὶ σιαγόνες· τούτων γὰρ κινουμένων ἡ ἔναρθρος ἀποτελεῖται φωνή· φιάλας δὲ ἀρώματος ταύτας προσαγορεύει, διὰ τὸ τῆς διδασκαλίας εὐῶδες· λέγει δὲ