Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.161
Not analysed yet
αὐτὰς καὶ φύειν μυρεψικά· ἐκεῖθεν γὰρ τὰς τῆς διδασκαλίας ἀφορμὰς λαμβάνοντες οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, οἷόν τινες μυρεψοὶ γίνονται τοῦ κηρύγματος, καὶ τὸ μύρον τῆς ὠφελείας κατασκευάζουσι. Κρίνοις δὲ, φησὶν, ἔοικεν αὐτοῦ τὰ χείλη· λάμπουσι γὰρ οἱ θεῖοι λόγοι, οὐδὲν ἀνθρώπινον ἔχοντες· οὔτε γὰρ νήθει, οὔτε ὑφαίνει τὰ κρίνα, κατὰ τὴν τοῦ Κυρίου διδασκαλίαν, ἀλλ' ὁ Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς ἀμφιέννυσιν αὐτά. Ἐπειδὴ τοίνυν πάσης ἀνθρωπίνης σοφίας οἱ θεῖοι λόγοι γεγύμνωνται, μόνον δὲ τὸ θεῖον ἔχουσι κάλλος, εἰκότως φησί· «Χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη,» τουτέστι τὴν ἐν τῷ παρόντι βίῳ νέκρωσιν ἐκπαιδεύοντα. Τοιαῦτα γὰρ τὰ τοῦ Κυρίου διδάγματα· «Ὁ μὴ καταλιμπάνων πατέρα, καὶ μητέρα, καὶ γυναῖκα, καὶ ἀγροὺς, καὶ ἀμπελῶνας ἕνεκεν ἐμοῦ, οὐκ ἔστι μου ἄξιος·» καί· «Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος·» καί· «Εἰ θέλεις τέλειος γενέσθαι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ λαβὼν τὸν σταυρόν σου ἀκολούθει μοι·» διὰ τοῦτο στάζει χείλη αὐτοῦ σμύρναν πλήρη. «Χεῖρες δὲ αὐτοῦ τορευταὶ, χρυσαῖ, πεπληρωμέναι Θαρσεῖς.» Χεῖρας δὲ τὴν πρακτικὴν ἀρετὴν ὀνομάζει, ἣν μετὰ πάσης ἁρμονίας μετελήλυθεν, οἷον διατορεύων καὶ ἀπευθύνων πρᾶξιν ἑκάστην. Διὸ καὶ τῷ Ἰωάννῃ ἔλεγεν· «Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην.» Χρυσᾶς δὲ πάλιν καλεῖ, ὡς τιμίους καὶ σπανίους. Τὸ δὲ Θαρσεῖς διὰ τὸ δόκιμον ἔλαβε τοῦ χρυσίου· ἐκεῖθεν γὰρ λέγει ἡ θεία Γραφὴ τὸ ἀκίβδηλον καὶ ἄπεφθον» καὶ δόκιμον χρυσίον κομίζεσθαι. «Κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου.» Ὁ γὰρ βυθὸς αὐτοῦ τῶν μυστηρίων, καὶ τὸ ταμιεῖον τῆς γνώσεως, ἔνθα εἰσὶ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι, πυξίον εἰσὶν ἐλεφάντινον τοῖς τῆς ἀποκαλύψεως ἀξίοις. Καὶ τῇ μὲν φύσει ἐστὶν ἀκατάληπτα· διὸ «ἐπὶ λίθου σαπφείρου·» ὃ παραδηλοῖ τὸ βαθὺ καὶ κεκρυμμένον τῶν θείων. Ἀλλ' ὅμως τοῦτο τὸ βαθὺ, καὶ κεκρυμμένον, καὶ ἄδηλον, πυξίον ἐλεφάντινον γίνεται τοῖς ἀξίοις· διὸ καὶ ὁ μακάριος Παῦλος βοᾷ· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ·» καὶ πάλιν· «Τὸ μυστήριον αὐτοῦ τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων, καὶ ἀπὸ τῶν γενεῶν, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις.» Διὸ τὴν κοιλίαν αὐτοῦ φησὶ πυξίον εἶναι ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου· καὶ τοὺς μὲν βοστρύχους δήλους ὄντας μέλανας ἔφη· τοῖς γὰρ μηδέπω τῆς θείας ἀποκαλύψεως τετυχηκόσι, καὶ τὰ δοκοῦντα εἶναι