Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.164
Not analysed yet
δῆλα, ἐστὶν ἄδηλα, καὶ τὰ αἰσθητὰ ἀκατάληπτα· τοῖς δὲ τῶν θείων μυστηρίων ἐντὸς γεγενημένοις, καὶ τὰ ἄδηλα γίνεται φανερά. Διὸ καὶ ὁ μακάριος Δαβίδ φησι· «Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.» Τοῦτο τοίνυν καὶ ἡ νύμφη λέγει· «Ἡ κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου· κνῆμαι αὐτοῦ στύλοι μαρμάρινοι, τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς·» τὸ ἑδραῖον αὐτοῦ, καὶ σταθηρὸν, καὶ μόνιμον, καὶ διαρκὲς, διὰ τῶν μαρμαρίνων στύλων ἐδήλωσε· καὶ τὰς βάσεις δὲ αὐτῶν χρυσᾶς ὠνόμασε, τὸ τίμιον τῶν πράξεων διὰ τούτων παραδηλῶν. «Εἶδος αὐτοῦ ὡς λίβανος, ἐκλεκτὸς ὡς κέδροι.» Πάλιν ἐνταῦθα τὸ διπλοῦν ἑρμηνεύει τῶν φύσεων· λίβανον μὲν τὴν θείαν προσαγορεύει, ἐπειδὴ λίβανος κατὰ τὸν νόμον Θεῷ προσεφέρετο. Κέδρον δὲ καλεῖ τὴν ἀνθρωπείαν, ὡς σηπεδόνα τῆς ἁμαρτίας οὐ δεξαμένην· ἄσηπτος γὰρ ἐν ξύλοις ἡ κέδρος. «Φάρυγξ αὐτοῦ γλυκασμός·» τί γὰρ τῶν θείων λογίων γλυκύτερον; Διὸ καὶ ὁ μέγας Δαβίδ· «Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου·» καί· «Τὰ κρίματά σου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ, ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι κηρίον.» Διὸ καὶ οἱ ὑπηρέται τῶν ἀρχιερέων, οἱ ἐπ' αὐτὸν ἀποσταλέντες, καὶ κατακηληθέντες, καὶ ἑαλωκότες τῷ πόθῳ τῆς τῶν λόγων γλυκύτητος, φασὶ τοῖς ἀποστείλασιν· «Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος·» καὶ ἄλλοι ἐβόων· «Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας.» —»Φάρυγξ τοίνυν αὐτοῦ γλυκασμός·» ἀλλὰ καὶ, «ὅλος ἐστὶν ἐπιθυμία·» ἀπορήσας γὰρ λοιπὸν ἄλλων ἐπαίνων ἑνὶ αὐτὸν ὀνόματι ὀνομάζει. Τί δήποτε γὰρ, φησὶ, κατὰ μέρος αὐτοῦ διηγοῦμαι τὸ κάλλος; ὅλος γάρ ἐστιν ἐπιθυμία, ἕλκων ἅπαντας εἰς ἔρωτα, βιαζόμενος εἰς ἀγάπην, ἐπιθυμίαν ἐμβάλλων, οὐ τοῖς ὁρῶσι μόνον, ἀλλὰ καὶ τοῖς ἀκούουσι· ταῦτα εἰρηκυῖα, φησὶ ταῖς νεάνισιν· «Οὗτος ἀδελφιδοῦς μου, καὶ οὗτος πλησίον μου, θυγατέρες Ἱερουσαλήμ.» Ἐπειδὴ ἠγνοεῖτε, καὶ ἠρωτᾶτε, Τί ὁ ἀδελφιδοῦς σου ἀπὸ ἀδελφιδοῦ; ἰδοὺ λέγω ὑμῖν, ὅτι «Τοιοῦτός ἐστιν ὁ ἀδελφιδοῦς μου, καὶ τοιοῦτός ἐστιν ὁ πλησίον μου· φροντίσατε τοίνυν τοῦ ὅρκου, καὶ μὴ ἀμελήσητε, ἀλλὰ ζητήσατε αὐτὸν καὶ ἀπαγγείλατέ μου τὸν πόθον. Μαθοῦσαι τοίνυν ἐκεῖναι τοῦ νυμφίου τὰ σημεῖα, πάλιν ἐπερωτῶσι καὶ πυνθάνονται, ποῦ πορεύεται, καὶ ποῦ ἐξεδήμησε, καί φασι· ιζʹ. Ποῦ ἀπῆλθεν ὁ ἀδελφιδοῦς σου, ἡ καλὴ ἐν γυναιξί; ποῦ ἀπέβλεψεν ὁ ἀδελφιδοῦς σου, καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ. Εἰ γὰρ μάθοιμεν τὸν τῆς ἀποδημίας τόπον, οὐκ ἀμελήσομεν, ἀλλὰ κοινω-