Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.165
Not analysed yet
νήσομέν σοι τοῦ πόνου, καὶ ζητήσομεν ὃν ποθεῖς. Πάλιν τοίνυν αὐταῖς ἀποκρίνεται, λέγουσα· ΚΕΦΑΛ ϛʹ. αʹ. Ἀδελφιδοῦς μου κατέβη εἰς κῆπον αὑτοῦ, εἰς φιάλας τοῦ ἀρώματος, ποιμαίνειν ἐν κήποις, καὶ συλλέγειν κρίνα. Ζητητέον δὲ, τί δήποτε καὶ ἕνα λέγει κῆπον, καὶ πολλούς· «Κατέβη γὰρ εἰς κῆπον αὑτοῦ, ποιμαίνειν ἐν κήποις.» Καὶ γὰρ μία ἐστὶν Ἐκκλησία, κατὰ τὸν μακάριον Παῦλον· «Ἡρμοσάμην γὰρ ὑμᾶς, φησὶν, ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.» Καὶ πάλιν· «Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν.» Ἀλλὰ καὶ πολλὰς δὲ αὐτὰς πάλιν ὁ μακάριος Παῦλος καλεῖ· οὐ κατὰ τὴν πνευματικὴν, ἀλλὰ κατὰ τὴν τοπικὴν διαίρεσιν τοῦτο ποιῶν· «Παῦλος γὰρ, φησὶν, ὁ ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας.» Καὶ Κορινθίοις δὲ γράφων φησίν· «Καὶ γυναῖκες ὑμῶν ἐν ταῖς Ἐκκλησίαις σιγάτωσαν.» Διὰ τοῦτο ἡ νύμφη φησίν·» Ἀδελφιδοῦς μου κατέβη εἰς κῆπον αὐτοῦ, εἰς φιάλας τοῦ ἀρώματος, ποιμαίνειν ἐν κήποις, καὶ συλλέγειν κρίνα·» πάσας γὰρ ποιμαίνει τὰς Ἐκκλησίας, καὶ χαίρει ταῖς φιάλαις τοῦ ἀρώματος, τοῖς τὴν εὐοσμίαν αὐτοῦ κεκτημένοις, καὶ τοὺς τῆς νύμφης τὸ κάλλος μιμησαμένους καὶ κρίνα γενομένους συλλέγει, καὶ τῇ νύμφῃ συνάπτει. Τούτοις ἐπιφέρει ἡ νύμφη· βʹ. Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ὁ ἀδελφιδοῦς μου ἐμοί· ὁ ποιμαίνων ἐν τοῖς κρίνοις. Αὐτοῦ γὰρ ἐξήρτημαι, καὶ αὐτῷ ἐμαυτὴν ἀνέθηκα. Καὶ γὰρ αὐτός με πάσης προτετίμηκε τῆς οἰκουμένης, καὶ ἑαυτῷ συνῆψε, καὶ γεγηρακυῖαν ἀνενεώσατο, καὶ πενομένην ἐπλούτισε, καὶ δυσειδῆ οὖσαν ὡραίαν ἀπέφηνε, καὶ μώλωπας ἔχουσαν σεσηπότας καὶ δυσώδεις ἰάσατο, καὶ εὐωδίας ἐπλήρωσε· διὰ τοῦτο λέγω· «Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ὁ ἀδελφιδοῦς μου ἐμοί· ὁ ποιμαίνων ἐν τοῖς κρίνοις,» ἢ «ὁ ποιμαίνων τὰ ἄνθη,» κατὰ τὸν Σύμμαχον· καὶ γὰρ τοὺς γενομένους κρίνα ποιμαίνει, καὶ ἐν κρίνοις τοὺς ἀξίους ποιμαίνει· οὐδὲν δὲ τῶν θείων Γραφῶν εὐωδέστερον. Ἀκούσας ὁ νυμφίος τῶν λόγων τῆς νύμφης, καὶ ἐλεήσας αὐτὴν ποθοῦσαν αὐτὸν, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν φανταζομένην καὶ περὶ αὐτοῦ διαλεγομένην, καὶ τὸ κάλλος αὐτοῦ διεξιοῦσαν, ἐπιφαίνεται αὐτῇ, λέγων· γʹ. Καλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἱερουσαλήμ· θάμβος, ὡς τεταγμένη. Καὶ ποιεῖ αὐτῇ ὄνομα τὸ δι' αὐτὴν γενόμενον πρᾶγμα. «Ἐπειδὴ γὰρ ηὐδόκησε Κύριος τὴν γῆν αὐτοῦ, καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν Ἰακὼβ, καὶ ἀφῆκε τὰς ἀνομίας τῷ λαῷ αὐτοῦ, καὶ ἐκάλυψε πάσας