Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.168
Not analysed yet
τὰς ἁμαρτίας αὐτοῦ·» εἰκότως αὐτὴν εὐδοκίαν προσαγορεύει· καὶ ὥσπερ αὕτη αὐτὸν ἐπιθυμίαν ἄνω ὠνόμασεν, ἀπὸ τοῦ οἰκείου πάθους τὴν προσηγορίαν θεμένη· ἐπιθυμοῦσα γὰρ αὐτοῦ διηνεκῶς, ἐπιθυμίαν καλεῖ· οὕτως καὶ αὐτὸς εὐδοκήσας, καὶ θελήσας μνηστεύσασθαι αὐτὴν καὶ ἑαυτῷ συνᾶψαι, εὐδοκίαν ὀνομάζει. Οὕτως γὰρ, φησὶν, εἶ καλὴ, ὡς εὐδοκηθεῖσα παρ' ἐμοῦ καὶ ἀγαπηθεῖσα· οὐ μόνον δὲ καλὴ εἶ, ἀλλὰ καὶ ὡραία, καὶ οὐχ ἁπλῶς ὡραία, ἀλλ' ὡς Ἱερουσαλήμ· οὐχ αὕτη ἡ κάτω, ἀλλ' ἡ ἄνω, περὶ ἧς ὁ μακάριος λέγει Παῦλος· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν· ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.» Ἐκείνῃ ἔοικας, ὦ πλησίον μου· τὴν γὰρ ἀγγελικὴν πολιτείαν μεμίμησαι· προμελετᾷς ἐν γῇ τὰ οὐράνια, καὶ ἐν σαρκὶ περιπατοῦσα οὐ κατὰ σάρκα στρατεύῃ, καὶ κατὰ σκοπὸν διώκεις ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ τὰ ἄνω ζητεῖς, οὗ ἐγώ εἰμι ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Διὰ τοῦτο «ὡραία εἶ, ὡς Ἱερουσαλὴμ,» καὶ οὐχ ἁπλῶς ὡραία, ἀλλὰ θάμβος ἐμποιοῦσα τοῖς ὁρῶσί σε· ἐκπλήττονται γὰρ οἱ τὴν τάξιν σου θεώμενοι· οὐδὲν γὰρ παρὰ σοὶ ἄτακτον, οὐδὲν ἀόριστον, οὐδὲ ἀδιάκριτον, ἀλλὰ πάντα τεταγμένα καὶ κεκριμένα· καὶ οἶδας ἀκριβῶς τὴν τῶν πραγμάτων ἀκολουθίαν, πάντων προτιμᾷν τὸν νυμφίον δεδίδαξαι, καὶ μετ' ἐκεῖνον τοὺς ἐκείνῳ πλησιάζοντας. Τούτοις προστίθησιν· δʹ. Ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· τὸ κάλλος τῶν ὀφθαλμῶν σου, καὶ ἡ θεωρία τοῦ ὀπτικοῦ σου, καὶ τὸ ὀξυδερκὲς τῆς διανοίας σου, εἵλκυσάν με εἰς ἔρωτά σου· ἀλλὰ μὴ πέρα τοῦ μετρίου εἰς ἐμὲ ἀτενίσῃς, ἵνα μὴ βλάβην ἐντεῦθεν ἑλκύσης· ἀνέφικτος γάρ εἰμι, καὶ ἀκατάληπτος, καὶ πᾶσαν ὑπερβαίνων κατάληψιν, οὐκ ἀνθρωπίνην μόνην, ἀλλὰ καὶ ἀγγελικήν· κἂν βουληθῇς ὑπερβῆναι τοὺς ὅρους, καὶ περιεργάσασθαι τὰ τῆς σῆς δυνάμεως ἐπέκεινα, οὐ μόνον οὐδὲν εὑρήσεις, ἀλλὰ καὶ ἀμαυρώσεις τὸ ὄμμα, καὶ ἀμβλύτερον τοῦτο ποιήσεις. Τοιαύτη γὰρ τοῦ φωτὸς ἡ φύσις· ὥσπερ γὰρ φωτίζει τὸ ὄμμα, οὕτως τούτου τὴν ἀπληστίαν κολάζει τῇ βλάβῃ· «Ἀπόστρεψον τοίνυν τοὺς ὀφθαλμούς σου ἀπεναντίον μου·» χαλεπώτερά σου μὴ ἐρεύνα, καὶ ἰσχυρότερά σου μὴ ζήτει· ἃ προσετάχθη σοι, ταῦτα διανοοῦ. Τούτοις πάλιν ἐπιφέρει τοὺς προτέρους ἐπαίνους, καὶ λέγει· εʹ, ϛʹ. Τρίχωμά σου, ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνεφάνησαν ἀπὸ τοῦ Γαλαάδ. Ὀδόντες σου, ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ· αἳ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. Ὡς σπαρτίον κόκκινον