Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.169
Not analysed yet
χείλη σου, καὶ ἡ λαλιά σου ὡραία. ϛʹ. Ὡς λέπυρον ῥοᾶς μῆλά σου, ἐκτὸς τῆς σιωπήσεώς σου. Ταῦτα ἑρμηνεύσαντες ἄνω, περιττὸν ἡγούμεθα δὶς ἑρμηνεύειν· δυνατὸν γὰρ, κἂν ἐπιλάθηταί τις τῆς ἑρμηνείας, εἰς ἐκεῖνα ἀναδραμόντα τὴν σαφήνειαν εὑρεῖν. Οὐχ ἁπλῶς δὲ, οὐδὲ ὡς ἔτυχε δὶς τὰς αὐτὰς εὐφημίας τῇ νύμφῃ προσήνεγκεν, ἀλλὰ ἀναμιμνήσκων αὐτὴν τοῦ οἰκείου κάλλους, καὶ παραινῶν σῶον τοῦτο φυλάξαι, καὶ μηδένα δέξασθαι μῶμον· Ἰδοὺ γὰρ, φησὶν, οἵαν σε ἀνθ' οἵας ἠργασάμην, καὶ ὁποίαν σοὶ ὥραν ἐχαρισάμην, καὶ ἡλίκον σοὶ κάλλος ἐδωρησάμην· τοῦτό μοι εἰς τέλος ἀβλαβὲς διαφύλαξον. Ἀεὶ γάρ σοι συγγενόμενος, ἐρευνῶ σου τὰ μέλη, καὶ πολυπραγμονῶ μή τις αὐτοῖς ἐπεγένετο βλάβη· Λέγει καὶ ταῦτα πρὸς ἐκείνας ὁ νυμφίος, ἐπιμεῖναι τῷ κάλλει τὴν νύμφην προτρέπων. ζʹ, ηʹ. Ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες, ὧν οὐκ ἔστιν ἀριθμός. Μία ἐστὶ περιστερά μου, τελεία μου, μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν· εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτὴν βασίλισσαι, καί γε παλλακαὶ, καὶ αἰνέσουσιν αὐτήν. Πολλὰ τάγματα καὶ διάφορα τῶν εὐσεβῶν ἐδιδάχθημεν εἶναι· καὶ τοῦτο διδάσκων ὁ Κύριος ἔλεγε· «Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί μου.» Καὶ ἐν τῇ διανομῇ δὲ τῶν ταλάντων· «Οὐ πάντες ἀνὰ πέντε ἔλαβον τάλαντα, ἀλλ' ὁ μὲν πέντε, ὁ δὲ δύο, ὁ δὲ ἓν, τὰ κατὰ δύναμιν ἕκαστος.» Καὶ ἐν τῇ παραβολῇ δὲ τοῦ σπόρου φησί· «Τὰ δὲ ἔπεσεν ἐπὶ τὴν καλὴν γῆν, καὶ ἐποίησε καρπὸν ἀνὰ τριάκοντα, καὶ ἑξήκοντα, καὶ ἑκατόν·» καὶ πᾶσαν καλὴν ὀνομάζει γῆν, οὐ μόνον τὴν τὰ ἑκατὸν ποιήσασαν, ἀλλὰ καὶ τὴν τὰ ἑξήκοντα, καὶ τὴν τὰ τριάκοντα· Ἔστι μὲν γὰρ ὁ τριάκοντα ἀριθμὸς τῶν ἐπαινουμένων· τρεῖς γὰρ ἔχει δεκάδας τῇ τριάδι ἡνωμένας· ὁ δὲ ἑξήκοντα διπλῆν ἔχει τὴν εὐλογίαν· διπλασιαζόμενος γὰρ ὁ τριάκοντα γεννᾷ τὸν ἑξήκοντα· ὁ δὲ ἑκατόν ἐστι τελειότατος, καὶ τῆς μὲν εὐωνύμου χειρὸς ἀπηλλαγμένος, ἀρχὴν δὲ ἔχων τῆς δεξιᾶς, καὶ ἐν δέκα δεκάσι συμπληρούμενος· τετράγωνον δὲ τοῦτον οἱ περὶ ταῦτα καλοῦσι δεινοί. Ἀλλ' ὅμως εἰ καὶ τέλειος ὁ ἑκατὸν, ἀλλὰ καὶ ὁ ἑξήκοντα καὶ ὁ τριάκοντα τῶν ἐπαινουμένων· πάντας γὰρ καλὴν γῆν ὠνόμασεν ὁ Κύριος. Νοήσωμεν τοίνυν, νύμφην μὲν εἶναι τὰς ἐν πάσῃ φιλοσοφίᾳ καὶ ἀρετῇ τετελειωμένας ψυχὰς, τὰς διὰ μόνην τὴν περὶ τὸν νυμφίον ἀγάπην τῶν πόνων τῆς ἀρετῆς ἀνεχομένας, καὶ πάντα ποιεῖν καὶ πάσχειν αἱρουμένας. Ὁποῖος ἦν ὁ μακάριος Παῦλος λέγων· «Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε Ἀρχαὶ, οὔτε Δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς