Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.172
Not analysed yet
ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Διδάσκει γὰρ ἡμᾶς διὰ τούτων, ὅτι οὐ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ποθεῖ τὸν Χριστὸν, ἀλλ' ὅτι αἱρεῖται τῆς βασιλείας ἐκπεσεῖν, καὶ εἰς γέενναν ἐμπεσεῖν μετὰ τοῦ τὸν Χριστὸν ἀγαπᾷν, ἢ βασιλεύειν τῆς ἀγάπης ἐκείνης ἐστερημένος· αἱ τοίνυν τοιαῦται ψυχαὶ τῆς νύμφης πληροῦσι τὸ σύνταγμα, αἱ μόνῳ τῷ πόθῳ τοῦ νυμφίου κατεχόμεναι· εἰσὶ δέ τινες οἷον μισθωτοὶ, τῇ ἐπιθυμίᾳ τῶν μελλόντων ἀγαθῶν τοὺς ὑπὲρ ἀρετῆς ἱδρῶτας φέρειν ἀνεχόμενοι· τούτους ἐπὶ τοῦ παρόντος ἡγοῦμαι βασιλίδας ὀνομάζεσθαι, ὡς τῆς βασιλείας ἐπιθυμοῦντας, καὶ δι' ἐκείνην φέρειν αἱρουμένους τῆς εὐσεβείας τοὺς πόνους. Εἰσὶ δὲ ἕτεροι οὐδέπω τῆς ἐλευθερίας ἠξιωμένοι, ἔτι δὲ δουλεύειν ἐθέλοντες, καὶ φόβῳ τῆς γεέννης τοὺς θείους νόμους πληροῦντες· τούτους ὑπολαμβάνω παλλακίδας ὀνομάζεσθαι· συγγίνεται γὰρ καὶ τοῖς τοιούτοις ὁ νυμφίος πᾶσι πάντα γινόμενος. Εἰσὶ δὲ καὶ ἄλλοι ῥᾳθυμίᾳ συζῶντες, καὶ μήτε τῷ φίλτρῳ τοῦ νυμφίου κατεχόμενοι, μήτε τῷ πόθῳ τῆς βασιλείας ἑλκόμενοι, μήτε τῷ φόβῳ τῆς γεέννης νυττόμενοι, ἀμελέστερον τὰ καθ' ἑαυτοὺς οἰκονομοῦντες· καὶ τὴν μὲν πίστιν ἀκίνητον ἔχοντες, καὶ τὰ τῆς εὐσεβείας δόγματα σῶα διαφυλάττοντες, καὶ πᾶσαν αἱρετικὴν καὶ ἀλλόφυλον διδασκαλίαν ἀποστρεφόμενοι, ἀμελέστερον δὲ βιοῦντες, καὶ ποτὲ μὲν σφῶν αὐτῶν ἐπιμελούμενοι, ποτὲ δὲ πάλιν εἰς ῥᾳθυμίαν κυλινδούμενοι, καὶ ποτὲ μὲν ἁμαρτάνοντες, ποτὲ δὲ τῆς μετανοίας πηγάζοντες δάκρυα. Τούτους ὁ νυμφίος ἐνταῦθα νεάνιδας προσαγορεύει· καὶ ἐπειδὴ πλείους οἱ τοιοῦτοι τῶν τε βασιλίδων, καὶ παλλακίδων, φησί· «Καὶ νεάνιδες, ὧν οὐκ ἔστιν ἀριθμὸς,» οὐ μόνον διὰ τὸ πλῆθος ἀριθμεῖσθαι αὐτοὺς οὐκ ἔστι, φησὶν, ἀλλὰ καὶ διὰ τὸ ἀναξίους εἶναι ἀριθμοῦ. Τῶν γὰρ ἀξίων καὶ αἱ τρίχες ἠριθμημέναι εἰσὶ παρὰ τῷ Πατρί· ἀλλ' ὅμως καὶ ταύταις ὁ νυμφίος ἔστιν ὅτε συγγίνεται, τῆς ῥᾳθυμίας αὐτὰς ἀφέλκειν βουλόμενος, καὶ ποδηγῶν ἐπὶ τὰ τέλεια, καὶ πανταχόθεν αὐταῖς τὴν σωτηρίαν πραγματευόμενος. Ζητήσωμεν δὲ τί δήποτε βασιλίδας ἑξήκοντα, παλλακὰς δὲ ὀγδοήκοντα ἔφη. Ὁ ἑξήκοντα ἀριθμὸς ἓξ ἔχει δεκάδας, καὶ ἡ μὲν δεκὰς σημαίνει τὴν τελειότητα, ἡ δὲ ἑξὰς τὸν τῆς κοσμοποιΐας ἀριθμὸν περιέχει· ἐν γὰρ ἓξ ἡμέραις ὁ τῶν ὅλων Θεὸς τὴν κτίσιν ἐδημιούργησεν ἅπασαν. Τὰς τοίνυν ἐν τούτῳ τῷ κόσμῳ τετελειωμένας ἐν ἀρετῇ ψυχὰς, καὶ τῆς βασιλείας ἐπιθυμούσας, ἑξήκοντα βασιλίδας ὠνόμασεν· ἡ γὰρ νύμφη ὑπὲρ τὸν κόσμον τοῦτον πολιτεύεται, καὶ ἔξω τούτου τυγχάνει, καὶ ὑπὲρ τοῦτον ἵπταται, καὶ ὅλη τοῦ νυμφίου γίνεται, καὶ διηνεκῶς ἐκεῖνον φαντάζεται· αὗται δὲ ἐν τῷ κόσμῳ τούτῳ πολιτευόμεναι, τὸ τέλειον τῆς ἀρετῆς ὡς ἔνι μάλιστα μετίασι, τῆς βασιλείας τυχεῖν ἐφιέμεναι· αἱ δὲ φόβῳ τῆς κρίσεως ἐκπληροῦσαι τοὺς νόμους, εἰκότως ὀγδοήκοντα προσηγορεύθησαν. Τὸν