Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.173
Not analysed yet
γὰρ τῆς κρίσεως καιρὸν ὀγδόην ἡ θεία προσαγορεύει Γραφή. Ὁ γὰρ μακάριος Δαβὶδ, τὰ περὶ τῆς κρίσεως ἐν Ψαλμοῖς διηγούμενος, ἐπέγραψε μὲν αὐτὸν, «Ὑπὲρ τῆς ὀγδόης,» φησὶ δὲ ἀρχόμενος· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Καὶ μετ' ὀλίγα· «Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» διδάσκων ὡς ἐν τῷ τῆς κρίσεως καιρῷ οὐδεμία χώρα μετανοίας τοῖς ἡμαρτηκόσι καὶ μὴ μετεγνωκόσι δοθήσεται. Ἐπειδὴ τοίνυν ταῦτα δεδοικότες, τοῖς θείοις ἠκολούθησαν νόμοις, καὶ οὔτε τῷ πόθῳ τῆς βασιλείας, οὔτε τῷ ἔρωτι τοῦ νυμφίου, εἰκότως ὀγδοήκοντα εἶναι λέγονται· ὁ μὲν γὰρ ὀκτὼ ἀριθμὸς τὴν ὀγδόην σημαίνει, ἡ δὲ δεκὰς τὴν τελειότητα· ἀλλὰ τούτων κρείττονα λέγει τὴν νύμφην, καὶ τῶν ἑξήκοντα, καὶ τῶν ὀγδοήκοντα· «Μία γάρ ἐστι περιστερά μου, τελεία μου,» πάλιν αὐτὴν πνευματικὴν ὀνομάζων, καὶ μίαν. Ὑπὲρ γὰρ τὰς ἑξήκοντα, καὶ τὰς ὀγδοήκοντα, μία ἐστὶ τῇ μητρὶ αὐτῆς· μητέρα δὲ ἔχει τὴν ἱερὰν κολυμβήθραν, τὴν ἄνω Ἱερουσαλήμ. «Ἐκλεκτὴ δέ ἐστι τῇ τεκούσῃ αὐτήν.» Κἀκεῖναι μὲν γὰρ ἐξ αὐτῆς ἐτέχθησαν· ταύτην δὲ ἐκ πασῶν προτετίμηκε, καὶ ἐκλεκτὴν ἔχει θυγατέρα· διὸ «εἴδοσαν αὐτὴν θυγατέρες, καὶ μακαριοῦσιν αὐτὴν,» τουτέστι νεάνιδες, οὐ μόνον δὲ ἐκεῖναι, ἀλλὰ καὶ βασίλισσαι καὶ παλλακαὶ αἰνέσουσιν αὐτήν. Ὑπεραναβέβηκε γὰρ αὐτὰς, ὡς οὔτε διὰ μισθὸν, οὔτε διὰ φόβον κολάσεως, ἀλλὰ διὰ τὸν τοῦ νυμφίου πόθον τὴν ἄκραν μετιοῦσα φιλοσοφίαν. Γένοιτο δὲ ἡμᾶς ὑπὸ τῆς θείας βοηθουμένους χάριτος φθάσαι εἰς τὴν τῆς νύμφης τελειότητα. Εἰ δὲ ἀτονήσαιμεν, τῶν γοῦν βασιλίδων γενέσθαι· εἰ δὲ καὶ τούτων διαμάρτοιμεν, μὴ πόῤῥω γενέσθαι τῶν παλλακίδων· εἰ δὲ καὶ τούτων ἀνάξιοι φανείημεν, ταῖς γε νεάνισιν ἐγκαταλεγῆναι, καὶ τῆς εὐσεβείας τὴν ὁμολογίαν ἀνέπαφον διαφυλάξαι, καὶ μὴ παντελῶς στερηθῆναι τῆς τοῦ νυμφίου κοινωνίας, ἀλλ' ἀπολαῦσαι αὐτοῦ τῆς ὡραιότητος χάριτι αὐτοῦ· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ. Πιστεύοντες τῷ εἰρηκότι· «Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρί-