Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.176
Not analysed yet
σκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται·» αἰτήσομεν ἐπὶ τοῦ παρόντος τῶν ὑπολοίπων ῥημάτων τοῦ Ἄσματος τῶν ᾀσμάτων τὴν σαφήνειαν, καὶ βοήσομεν λέγοντες· «Ἀποκάλυψον τοὺς ὀφθαλμοὺς ἡμῶν, καὶ κατανοήσομεν τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου· αὐτὸς γὰρ δίδωσι ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Αὐτὸς εἶπε· «Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.» Μεταδίδωσι δὲ καὶ τοῖς οὐκ ἀξίοις πολλάκις τῆς χάριτος διὰ τὴν τῶν πολλῶν ὠφέλειαν. Θαῤῥοῦμεν τοίνυν ὡς καὶ ἡμῖν ἐπὶ τοῦ παρόντος δώσει τοῦ τῆς λέξεως βάθους τὴν ἀποκάλυψιν, οὐ διὰ τὴν ἡμετέραν ἀξίαν, ἀλλὰ διὰ τὴν τῶν ἐντευξομένων, ἢ ἀκουσομένων τῆς ἑρμηνείας ὠφέλειαν· φέρε τοίνυν τῶν ὑπολοίπων θαρσαλέως κατατολμήσωμεν. θʹ. Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος, θάμβος ὡς τεταγμέναι; Ἐν μὲν οὖν τοῖς πρὸ τούτου ῥητοῖς ὁ νυμφίος τῆς νύμφης τὸ κάλλος τῷ λόγῳ διέγραψε, καὶ χωρὶς μὲν ἕκαστον εὐφήμησε μέλος, κοινὴν δὲ πάλιν τὴν εὐφημίαν προσήνεγκε, καὶ ὡς ἐγκωμίου κατὰ τέχνην συγγραφομένου, καὶ τὴν σύγκρισιν ἐποιήσατο, παρεξετάσας τὴν νύμφην, καὶ ταῖς νεάνισι, καὶ ταῖς παλλακίσι, καὶ ταῖς βασιλίσι, καὶ πολλῷ τῷ μέτρῳ κρείττονα. Τοσαύτην γὰρ αὐτὴν ἔφη τὴν εὐμορφίαν ἔχειν, ὡς καὶ ὑπ' αὐτῶν ἐκείνων τῶν παρεξετασθεισῶν μὴ ζηλοτυπεῖσθαι· ὁμολογοῦσαι γὰρ τὴν ἧτταν, μακαρίαν αὐτὴν καὶ τρισμακαρίαν ἀποκαλοῦσιν· ἐνταῦθα δὲ οἱ τοῦ νυμφίου διάκονοι, διδαχθέντες παρ' αὐτοῦ τῆς νύμφης τὴν εὐμορφίαν, τὴν εὐκοσμίαν, τὴν εὐπρέπειαν, καὶ ἀκριβέστερον αὐτὴν καταμαθεῖν προτραπέντες, ὑπὸ τῆς πολλῆς εὐθυμίας (ἐκέκρυπτο γὰρ αὐτῆς ἔτι τὸ ψυχικὸν κάλλος ἐν τῷ καλύπτρῳ τοῦ σώματος), βοῶσι· «Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος;» Ἐκ μέρους γὰρ αὐτῆς τέως ὡρᾶτο τὸ φῶς, τῷ φθαρτῷ τούτῳ συγκαλυπτόμενον σώματι· καὶ καθάπερ ὁ ὄρθρος νυκτός ἐστι καὶ ἡμέρας μεθόριον, καὶ τῆς μὲν τὴν ἀρχὴν, τῆς δὲ τὸ τέλος κηρύττει, καὶ σημαίνει τῆς ἡμέρας τὴν παρουσίαν, οὕτως κατὰ τὸν παρόντα βίον αἱ ἐν εὐσεβείᾳ καὶ πάσῃ σοφίᾳ τετελειωμέναι ψυχαὶ, ἃς Ἐκκλησίαν καὶ νύμφην ἡ θεία προσαγορεύει Γραφὴ, βραχείας τινὰς λαμπηδόνας ἐκ τῆς οἰκείας ἀφιᾶσιν ἀρετῆς. «Ὅταν δὲ,» κατὰ τὸν μακάριον Παῦλον, «τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν,» ἅπαν αὐτῶν γυμνοῦται τὸ φῶς. Καὶ τοῦτο προορῶντες οἱ τοῦ νυμφίου διάκονοι, οὐ μόνον αὐτὴν ἀπεικάζουσιν ὄρθρῳ, ἀλλὰ καὶ καλὴν λέγουσιν ὡς σελήνην ἐκλεκτὴν, καὶ ὡς ἥλιον θάμβος ἐμποιοῦντα τοῖς ἐνατενίζειν αὐτῷ τολμῶσι· προστεθείκασι δὲ ἐκλεκτὴν, οὐ μόνον τὸ διάφορον τὸ πρὸς τοὺς ἀστέρας σημαίνοντες, ἀλλὰ καὶ αὐτῆς τῆς σελήνης παραδηλοῦντες τὸ τέλειον· ἀντὶ τοῦ, ὡς σελήνη πεπληρωμένη πλησιφαὴς, οὐ μηνοειδὴς, οὐ διχότομος, οὐδὲ