Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.177
Not analysed yet
ἀμφίκυρτος, ἀλλὰ τελεία πανσέληνος, οὐδὲν ἀτελὲς ἔχουσα, πάντα τὸν κύκλον πεφωτισμένον δεικνύουσα. Οὕτω τοίνυν, φησὶν, «ἐστὶ καλὴ, ὡς ἐκλεκτὴ σελήνη.» Φασὶ δὲ τὴν σελήνην οἱ περὶ ταῦτα δεινοὶ ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων ὑποδεχομένην τὸ φῶς, βραχὺ μὲν λαμβάνειν φῶς, ὅταν βραχὺ μόριον αὐτῆς βλέπῃ τὸν ἥλιον· ὅταν δὲ κατάντικρυς γενομένη ὅλον θεωρῇ τὸν ἥλιον, οἷόν τι κάτοπτρον ὅλον αὐτοῦ τὸν δίσκον ἐκματτομένη, ὅλη φωτίζεται, καὶ οὐδὲν τοῦ σώματος μέρος ἀφώτιστον καταλείπει. Οὕτω τοίνυν καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τῶν ἐν ἀρετῇ τετελειωμένων ψυχῶν τὸ σύστημα, «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζομένη,» κατὰ τὸν μακάριον Παῦλον, «τὴν αὐτὴν εἰκόνα μεταμορφοῦται ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος·» καὶ γίνεται ὅλη φωτοειδὴς, ὡς ἐοικέναι σελήνῃ, καὶ σελήνῃ ἐκλεκτῇ, τουτέστι πεπληρωμένῃ. Οὐ μόνον δὲ σελήνῃ ἔοικεν, ἀλλὰ καὶ ἡλίῳ, καὶ ἡλίῳ θάμβος ἐμποιοῦντι τοῖς ὁρῶσιν. Οὐχ ἁπλῶς δὲ ταύτην ἡγοῦμαι κεῖσθαι τὴν λέξιν. Οὐδὲν γὰρ ὡς ἔτυχεν ὑπὸ τοῦ θείου λέγεται Πνεύματος. Ἀλλ' ἐπειδὴ νὺξ ὁ βίος, κατὰ τὸν μακάριον Παῦλον· «Ἡ νὺξ γὰρ, φησὶ, προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν,» ἀναγκαίως ὡς ἐν νυκτὶ οἷόν τις σελήνη ἐστὶν ἡ Ἐκκλησία, τοὺς ὁδοιπόρους φωτίζουσα, καὶ τὴν εὐθεῖαν ὁδὸν ἀποδεικνύουσα. Ἔστι δὲ καὶ ὡς ὄρθρος· ἐπειδὴ οἷόν τις ὄρθρος ἐστὶν ὁ μετὰ τὴν Κυριακὴν παρουσίαν χρόνος, τὴν μέλλουσαν σημαίνων κατάστασιν οἷόν τινος ἡμέρας παρουσίαν· «Ὡς ὄρθρον γὰρ, φησὶν, ἕτοιμον εὑρήσομεν αὐτόν.» Ὅταν δὲ ἡ ἡμέρα Κυρίου ἡ μεγάλη καὶ ἐπιφανὴς ἀφίκηται, κατὰ τὴν τοῦ προφήτου φωνὴν, περὶ ἧς ὁ μακάριος λέγει Παῦλος, ὅτι «Ἡ ἡμέρα ἤγγικε,» τότε οὐκ ἔτι ὡς σελήνη λάμψει, ἀλλ' ὡς ἥλιος θάμβος ἐμποιοῦσα οὐ μόνον τοῖς ἀπίστοις ἀνθρώποις, ἀλλὰ καὶ ταῖς νεάνισι, καὶ ταῖς παλλακίσι, καὶ ταῖς βασιλίσι, καὶ αὐταῖς ταῖς ἀσωμάτοις δυνάμεσι. Καὶ μάρτυς αὐτὸς ὁ Κύριος λέγων· «Τότε ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος.» Καὶ ὁ μακάριος δὲ Παῦλός φησιν· «Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.» Ἐκκύπτει τοίνυν ἡ τοῦ Χριστοῦ νύμφη ὡσεὶ ὄρθρος· ἐκ μέρους γὰρ αὐτῆς ἐπὶ τοῦ παρόντος τὸ κάλλος γινώσκεται. «Καὶ καλή ἐστιν ὡς σελήνη ἐκλεκτὴ,» τοῦ Κυριακοῦ πεπληρωμένη φωτὸς, καὶ ταῖς ἀκτῖσιν αὐτῆς τὴν οἰκουμένην φωτίζουσα· διὸ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔλεγε τοῖς ἁγίοις αὑτοῦ μαθηταῖς· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου·» καὶ δεικνὺς ὁποῖον φῶς, ἐπάγει λέγων· «Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα γνόντες τὰ καλὰ ἔργα ὑμῶν δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Οὐ μόνον δέ ἐστιν ἡ νύμφη