Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.180
Not analysed yet
ὡς ἐκλεκτὴ σελήνη, ἀλλὰ καὶ ὡς ἥλιος ἀπαστράψει ἐν τῷ μέλλοντι βίῳ, πάντας ἐκπλήττουσα ταῖς λαμπηδόσι. Θαυμάσουσι δὲ αὐτῆς οὐ μόνον τὸ φῶς, ἀλλὰ καὶ τὴν τάξιν· οὐδὲν γὰρ ἄτακτον παρὰ τῇ τοῦ Κυρίου νύμφῃ, οὐδὲν ἀδιόριστον, οὐδὲν ἀδιάκριτον. Οἷον γάρ τινι στάθμῃ διευθύνει τὸ πρακτέον, καὶ κανόνι καὶ γνώμονι κεχρημένη τὸν ἑαυτῆς βίον ῥυθμίζει. Μετὰ τοὺς ἐπαίνους τῶν τοῦ νυμφίου διακόνων, τὰ καθ' ἑαυτὴν ἡ νύμφη διηγουμένη φησίν· ιʹ, ιαʹ. Εἰς κῆπον καρύας κατέβην τοῦ ἰδεῖν ἐν γεννήμασι τοῦ χειμάῤῥου, ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ ἤνθησαν αἱ ῥοαί· ἐκεῖ δώσω τοὺς μαστούς σοι. Οὐκ ἔγνω ἡ ψυχή μου, ἔθετό με ἅρματα Ἀμιναδάβ. Σφόδρα συγκέχωσται τῇ ἀσαφείᾳ τῶν ῥημάτων ἡ διάνοια· ἀλλὰ τὴν θείαν χάριν ἐπίκουρον καλέσαντες, διορύξωμεν τὸ βάθος, καὶ τὸν θησαυρὸν ἀνασπάσωμεν. Διδάσκει τῶν εὐσεβῶν τὸ σύστημα, ὃ νύμφην ἡ θεία προσαγορεύει Γραφὴ, ὡς οὐκ ἀρκοῦνται τῇ ἑαυτῶν σωτηρίᾳ, οὐδὲ ἀποχρῆν ἡγοῦνται τὸ μόνοι τοῦ προσδοκωμένου γάμου τυχεῖν· ἀλλὰ πᾶσαν συνεισφέρουσι προθυμίαν, ὥστε καὶ τοὺς ἄλλους ἅπαντας ἀνθρώπους ἀπαλλάξαι μὲν τῆς ἀκαρπίας, γονίμους δὲ ἀποφῆναι, καὶ τὸν τῆς ἀρετῆς γεννῆσαι καρπόν· διδάσκει δὲ ὡς ἐν τῷ ταῦτα ποιεῖν, καὶ τὴν διδασκαλίαν τοῖς ἄλλοις προσφέρειν ἀνθρώποις, ἅρμασιν Ἀμιναδὰβ περιέπεσαν, ἢ, ὡς ὁ Σύμμαχος ἡρμήνευσεν, «ἅρμασι λαοῦ τοῦ ἡγουμένου,» ἢ, ὡς ὁ Ἀκύλας, «ἅρμασι λαοῦ ἑκουσιαζομένου ἄρχοντος.» Κῆπον δὲ καρύας τὸν παρόντα βίον καλοῦσιν, ὃς πικρός ἐστι καὶ μοχθηρὸς, καὶ ἐπίπονος, ἔχει δὲ ἐν ἑαυτῷ τὸν τῆς ἀρετῆς καρπὸν κεκρυμμένον. Καὶ γὰρ καὶ ὁ τῆς καρύας καρπὸς τὸ μὲν ἐξώτερον λέμμα πικρὸν ἔχει, τὸ δὲ δεύτερον σκληρὸν καὶ ἀντίτυπον· τὸ δὲ ἐδώδιμον, οἷον ἐν θαλάμῳ τινὶ ἀποκείμενον, καὶ κεκρυμμένον, καὶ ἀπόνως οὐκ ἐκφερόμενον. Τοιοῦτος δὲ καὶ ὁ παρὼν βίος, ἔχων ὀδύνας πικρὰς καὶ λύπας, ἔχων πόνους καὶ ἱδρῶτας, ἀλλ' οὐκ ἀγόνους, οὐδὲ ἀκάρπους, κεκρυμμένον δὲ τὸν καρπὸν ἔχοντας. Διὸ καὶ ὁ μακάριος Παῦλός φησιν, ὅτι «Ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν δὲ Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν, τότε καὶ ἡμεῖς ζησόμεθα ἐν αὐτῷ.» —«Εἰς κῆπον οὖν καρύας κατέβην,» τουτέστιν εἰς τὸν ἀνθρώπινον βίον. Καὶ τί κατέβης, ὦ νύμφη; «Ἰδεῖν ἐν γεννήμασιν τοῦ χειμάῤῥου.» Πάλιν χειμάῤῥουν τὰ παρόντα προσηγόρευσεν· οὐ γὰρ ἀένναος ὁ χειμάῤῥους, ἀλλ' ἐν χειμῶνι μὲν φερόμενος, ἐν δὲ θέρει λήγων καὶ ξηραινόμενος. Τοιαῦτα δὲ τὰ τοῦ βίου τερπνά· ἐπὶ μὲν γὰρ τοῦ παρόντος, οἷόν τις χειμάῤῥους, καὶ δόξα φέρεται, καὶ πλοῦτος, καὶ βασιλεία, καὶ τρυφὴ, καὶ τ' ἄλλα τοῦ βίου ἄνθη· τοῦ δὲ μέλλοντος βίου φανέντος, φθίνει καὶ λήγει, καὶ