Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.181
Not analysed yet
παύεται, δίκην χειμάῤῥου. «Κατέβην τοίνυν, φησὶν, εἰς τὸν τῆς καρῦας κῆπον, τοῦ ἰδεῖν ἐν τοῖς τοῦ χειμάῤῥου γεννήμασι, καὶ καταμαθεῖν βουλομένη εἰ ἤνθησαν αἱ ῥοαί.» Ἔχει γὰρ ὁ βίος τινὰς μὲν ἀνθρώπους τροπικῶς ἀμπέλους ὀνομαζομένους, τινὰς δὲ ῥοὰς κατὰ τὰ διάφορα τῆς ἀρετῆς κατορθώματα. Οἱ μὲν γὰρ τὴν ἀγάπην φύουσι, καὶ τὴν ὁμόνοιαν ἀγαπῶσι, συνημμένοι κατὰ τὸ φρόνημα, καθάπερ τῆς ῥοᾶς οἱ κόκκοι· οἱ δὲ καὶ οἶνον γεωργοῦσι, τῶν ληνῶν ἄξιον τῶν πατρικῶν, τῇ θεωρίᾳ προσέχειν ἐσπουδακότες. Κατάβασιν δὲ λέγει τὴν συγκατάβασιν· καὶ γὰρ καὶ ὁ μακάριος Παῦλος ἐγένετο τοῖς ἀσθενέσιν ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς κερδήσῃ· καὶ τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεῷ, ἀλλ' ἔννομος Χριστῷ, ἵνα κερδήσῃ ἀνόμους. «Κατέβην τοίνυν, φησὶν, εἰς τὸν τῆς καρύας κῆπον,» φροντίδα ποιουμένη τῶν τοῦ χειμάῤῥου γεννημάτων, καὶ τῶν τῆς ἀμπέλου καὶ ῥοᾶς καρπῶν. Οὐκ ἀφέξομαί σου, οὐδὲ ἐκεῖ· ἀλλ' «Ὀρέξω σοι τοὺς μαστούς μου,» τουτέστι, τοὺς τῆς διδασκαλίας μου κρουνούς. Οἰκειοῦσαι γὰρ τὰ εἰς ἐκείνους γινόμενα, καὶ λέγεις· «Ἐφόσον ἐποιήσατε ἑνὶ τῶν μικρῶν τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.» Τούτοις ἐπιφέρει· «Οὐκ ἔγνω ἡ ψυχή μου, ἔθετό με ἅρματα Ἀμιναδάβ.» Σαφέστερον τοῦτο ὁ Σύμμαχος ἡρμήνευσεν, εἰρηκώς· «Ἡ ψυχή μου ἠπόρησέ με ἀπὸ ἁρμάτων λαοῦ ἡγουμένου.» Ταῦτα γὰρ, φησὶ, ποιοῦσα ἐν ἀπορίᾳ γίνομαι, καὶ ἐκστάσει, ὅτι ἐγὼ μὲν αὐτοῖς ἐπραγματευσάμην σωτηρίαν· αὐτοὶ δὲ ἐπέθεντό μοι, τῷ στρατηγοῦντι διαβόλῳ πειθόμενοι, καὶ οἱονεὶ ἅρματα ἐκείνου γινόμενοι, καὶ ὑπ' ἐκείνου ἡνιοχούμενοι· τὸ γὰρ Ἀμιναδὰβ λαοῦ ἡγουμένου, ἢ λαοῦ ἄρχοντος ἑρμηνεύεται. Καὶ τοῦτο ἔστιν ἀκριβῶς νοεῖν, ἔκ τε τοῦ Ἀκύλα καὶ τοῦ Συμμάχου, καὶ τῆς πέμπτης ἐκδόσεως· λέγει τοίνυν ἡ νύμφη, τουτέστιν ὁ τῶν ἐν ἀρετῇ τετελειωμένων χορὸς, ὅτι Ἡμεῖς μὲν πᾶσαν ποιούμεθα τῶν ἀπίστων φροντίδα, πανταχόθεν αὐτοῖς πορίσαι σωτηρίαν μηχανώμενοι· τινὲς δὲ αὐτῶν, οἱονεὶ ἅρματα γενόμενοι τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, κατὰ τὸν μακάριον Παῦλον, ἐπέθεντό μοι, κακὰ ἀντὶ ἀγαθῶν ἀποδιδόντες. Καὶ τοῦτο ἔστι σαφῶς εὑρεῖν, καὶ ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων, καὶ ἐν ταῖς τοῦ μακαρίου Παύλου Ἐπιστολαῖς. Κηρύττοντες γὰρ τῆς εὐσεβείας τὸν λόγον, τοὺς μὲν ἔπειθον πιστεύειν, ὑπὸ δὲ τῶν ἀπίστων ἐξηλαύνοντο, ᾐκίζοντο, ἐστρεβλοῦντο, μυρίων θανάτων ὑπέμενον εἴδη· καὶ μάρτυς ὁ μακάριος Παῦλος λέγων· «Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις, πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολ-