Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.184
Not analysed yet
λάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις,» καὶ τὰ ἑξῆς. Τούτων ὑπὸ τῆς νύμφης ῥηθέντων, οἱ τοῦ νυμφίου διάκονοι ἀποκρίνονται, καί φασιν αὐτῇ· ιβʹ. Ἐπίστρεφε, ἐπίστρεφε, ἡ Σουλαμίτις· ἐπίστρεφε, ἐπίστρεφε· καὶ ὀψόμεθα ἐν σοί. Σαφέστερον αὐτὰ ὁ Ἀκύλας ἡρμήνευσεν· «Ἐπίστρεφε γὰρ, φησὶν, ἐπίστρεφε εἰρηνεύουσα.» Ὥσπερ Σολομῶντα τὸν εἰρηνικὸν ἡμῶν Κύριον ὀνομάζει τὸ σύγγραμμα, οὕτω καὶ τὴν νύμφην αὐτοῦ εἰρηνεύουσαν, ὡς τῆς παρ' αὐτοῦ τυχοῦσαν εἰρήνης, καὶ τοῦ προτέρου ἀπαλλαγεῖσαν πολέμου. Ὁρῶντες τοίνυν αὐτὴν οἱ τοῦ νυμφίου διάκονοι ὑπὸ τῶν ἁρμάτων ἐκείνων ἐλαυνομένην καὶ πολεμουμένην, παραθαῤῥύνοντες, φασίν· «Ἐπίστρεφε εἰρηνεύουσα, ἐπίστρεφε, ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί·» ἀντὶ τοῦ, μὴ φοβηθῇς τοὺς διώκοντας, ἀλλ' ἔχου τῆς διδασκαλίας· πρόφερε τῆς διδασκαλίας τὸ κήρυγμα· μὴ δείσῃς τὰ ἅρματα, μὴ φοβηθῇς πόλεμον, εἰρηνεύουσα καλουμένη. Ἐὰν γὰρ ἐπιμείνῃς κηρύττουσα, ὀψόμεθά σου τὴν βασιλείαν. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ Κυρίου πρὸς τὸν μακάριον Παῦλον ῥηθέντα· καμὼν γὰρ κἀκεῖνος, καὶ τοὺς πολλοὺς πειρασμοὺς δυσχεράνας, φησίν· «Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατὰν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι· καὶ ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ' ἐμοῦ.» Ἀποκρίνεται τοίνυν αὐτῷ λέγων· «Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» Καὶ τοῦτο ἐνταῦθά φασιν οἱ τοῦ νυμφίου διάκονοι· «Ἐπίστρεφε, ἐπίστρεφε, ἡ Σουλαμίτις, ἐπίστρεφε, ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί.» Πρὸς οὓς ὁ νυμφίος φησίν· ΚΕΦΑΛΑΙΟΝ Ζʹ. αʹ. Τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι, ἣ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν; Τί γὰρ, φησὶ προσδοκᾶτε ἰδεῖν ἐν τῇ εἰρηνευούσῃ; Μὴ ἐλπίσητε εὐτελῆ τινα καὶ μερικὰ θεάσασθαι ἀγαθά· ἰδοὺ γὰρ «ἔρχεται ὡς χοροὶ τῶν παρεμβολῶν.» Καὶ δοκεῖ πως ἐναντία εἶναι ἀλλήλοις τὰ ὀνόματα· οὔτε γὰρ συμβαίνουσιν οἱ χοροὶ ταῖς παρεμβολαῖς· οἱ μὲν γάρ εἰσι πανηγυρικοὶ, αἱ δὲ στρατιωτικαί. Ἐναντίον δὲ πολέμῳ πανήγυρις. Ἀλλ' αὕτη ἡ νύμφη, ἡ ἐκ πολλῶν ἁγίων συγκεκροτημένη, καὶ παρεμβολαῖς ἔοικε διὰ τὸ ἀνδρεῖον αὐτῆς καὶ γενναῖον φρόνημα καὶ τὴν στρατιωτικὴν πανοπλίαν· καὶ χορός ἐστι τὴν θείαν ὑμνῳδίαν ἐν τῷ στόματι φέρων. Καὶ τοῦτο μὲν ὁ μακάριος Δαβὶδ δηλοῖ λέγων· «Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων.» Καὶ πάλιν· «Συστή-