Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.185
Not analysed yet
σασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν, ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.» Τὰς δὲ παρεμβολὰς ὁ μακάριος Παῦλος ὑποδείκνυσι φάσκων· «Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων· λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.» Καὶ πάλιν· «Ἀναλάβετε, φησὶ, τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ πάντα κατεργασάμενοι στῆναι.» Χορηγεῖ δὲ τοῖς στρατιώταις, οἷόν τις στρατηγὸς, καὶ τὰ ὅπλα, καί φησι· «Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ὑμῶν ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· καὶ ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.» Ὅτι δὲ οὐ μόνον παρεμβολαῖς ἐοίκασιν οἱ ἅγιοι, ἀλλὰ καὶ χοροῖς, ἀκούσωμεν τοῦ Κυρίου λέγοντος· «Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.» Εἰκότως τοίνυν ὁ νυμφίος φησὶν, ὅτι «Τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι, ἣ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν;» Καὶ οὐκ εἶπεν, αἱ παρεμβολαὶ τῶν χορῶν, ἀλλ', «οἱ χοροὶ τῶν παρεμβολῶν.» Ὑπὸ γὰρ τῶν παρεμβολῶν γίνονται χοροὶ, καὶ νικῶντες ἐν ταῖς παρεμβολαῖς οἱ τῆς ἀρετῆς ἀθληταὶ παιανίζοντες ἐπανέρχονται, καὶ χορεύοντες τὸν ἐπινίκιον ὕμνον ᾄδουσιν. Ταῦτα πρὸς τοὺς διακόνους εἰρηκὼς ὁ νυμφίος, πρὸς τὴν νύμφην τρέπει τὸν λόγον, καί φησι· «Τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασι, θύγατερ Ναδάβ. «Ὁ μὲν Ἀκύλας «ἄρχοντος» εἶπεν· ὁ δὲ Σύμμαχος, «ἡγεμόνος.» Τίς δ' ἂν εἴη ἕτερος οὗτος ὁ ἡγεμὼν, ἢ ὁ ἄρχων, ἢ ὁ παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον; Ὃς καὶ ἐν τῷ μδʹ ψαλμῷ φησι πρὸς αὐτήν· «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστιν ὁ Κύριός σου.» Ὅτι δὲ καὶ τὴν τοῦ ἡγεμόνος ἔχει προσηγορίαν τὸ Πνεῦμα τὸ ἅγιον, ὁ μακάριος διδάσκει Δαβὶδ λέγων· «Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με.» Ἐπαινεῖ τοίνυν ὁ νυμφίος πρῶτον τῆς νύμφης τὰ διαβήματα εὐθέα ὄντα, καὶ τὴν βασιλικὴν ὁδὸν ὁδεύοντα, καὶ καλῶς ἐν τοῖς ὑποδήμασι λάμποντα. Τίνα δὲ τὰ ὑποδήματα, ἐδίδαξεν ἡμᾶς ὁ μακάριος Παῦλος λέγων· «Ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης.» Τούτων δὲ τῶν ποδῶν τὸ κάλλος καὶ ὁ