Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.188
Not analysed yet
προφήτης Ἡσαΐας προορῶν ἔλεγεν· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων ἀγαθά. «Τοῖς αὐτοῖς ῥήμασι καὶ ὁ νυμφίος ἐν τῷδε τῷ συγγράμματι κεχρημένος φησί· «Τί ὡραιώθησαν διαβήματά σου, θύγατερ Ναδάβ. «Ἵνα δὲ μὴ μόνον ἀπὸ τῆς ἑρμηνείας τοῦ ὀνόματος, ἀλλὰ καὶ ἐξ αὐτοῦ τοῦ ὀνόματος λάβωμέν τινα θεωρίαν, φέρε ζητήσωμεν τίς ὁ Ναδάβ. Υἱὸς Ἀαρὼν ἐγένετο· πῦρ δὲ ἀλλότριον εἰς τὴν τοῦ Θεοῦ σκηνὴν εἰσενεγκὼν, τὸ τέλος τοῦ βίου ἐδέξατο. Εὑρίσκομεν τοίνυν καὶ τοῦ Κυρίου τὴν νύμφην, τὴν Ἐκκλησίαν φημὶ, οὐ τὸ νομικὸν πῦρ, ἀλλὰ τὸ καινὸν εἰς τὴν θείαν εἰσενεγκοῦσαν σκηνήν. Ἔλαβε δὲ τοῦτο τὸ πῦρ παρ' αὐτοῦ τοῦ νυμφίου. «Πῦρ γὰρ ἦλθον βαλεῖν εἰς τὸν κόσμον· καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη;» Τοῦτο τὸ καινὸν πῦρ διὰ τῆς Καινῆς Διαθήκης εἰς τὴν θείαν εἰσενεγκοῦσα σκηνὴν, βοᾷ καὶ λέγει· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Εἰκότως τοίνυν «θυγατέρα Ναδὰβ» αὐτὴν προσαγορεύει, ἅτε δὴ τῷ καινῷ πυρὶ τὴν τῶν ἀνθρώπων θυσίαν ὁλοκαυτώσασαν. Εἰ γὰρ καὶ κατὰ τὸ φρόνημα τῆς τοῦ πυρὸς ἐναλλαγῆς διαφέρουσιν, ἀλλὰ ἓν ὑπ' ἐκείνου καὶ ταύτης τὸ πρᾶγμα γεγένηται. Ταῦτα δὲ ἐπὶ τοῦ παρόντος εἰρήκαμεν, ἵνα μηδὲ τὴν προσηγορίαν καταλίπωμεν ἀθεώρητον. Πάλιν τοίνυν ὁ νυμφίος κατὰ μέρος αὐτῆς τὰ μέλη διέξεισι, καὶ ἑκάστῳ τὴν πρόσφορον εὐφημίαν προσφέρει, καί φησι· Ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις ἔργῳ χειρῶν τεχνίτου. (βʹ, εʹ.) Ὀμφαλός σου κρατὴρ τορευτὸς, μὴ ὑστερούμενος κράμα· κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις. Δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος. Τράχηλός σου ὡς πύργος ἐλεφάντινος· οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσσεβὼν, ἐν πύλαις θυγατρὸς πολλῶν. Μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου, σκοπεύων πρόσωπον Δαμασκοῦ. Κεφαλή σου ὡς Κάρμηλος ἐπὶ σέ· καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα, βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. Πρότερον μὲν οὖν ὁ νυμφίος ἀπὸ τῶν ἄνωθεν τῆς νύμφης ἀρξάμενος ἐπῄνεσεν αὐτήν· ἐπὶ δὲ τοῦ παρόντος, ἀπὸ τῶν διαβημάτων καὶ τῶν ὑποδημάτων τὴν ἀρχὴν ποιησάμενος, ἄχρι τοῦ πλοκίου τῆς κεφαλῆς ἀνελήλυθε. Καὶ θαυμάζει, μετὰ τὰ ὑποδήματα καὶ τὰ διαβήματα, οὐ τοὺς μηροὺς, ἀλλὰ τοὺς ῥυθμοὺς τῶν μηρῶν, καὶ λέγει αὐτοὺς ἐοικέναι ὁρμίσκοις ὑπὸ τεχνίτου κατεσκευασμένοις· Ὥσπερ γὰρ ἐκεῖνοι, φησὶ, μετὰ πάσης ἁρμονίας ἔχουσι τοὺς λίθους τῷ χρυσῷ ἐμπεπηγότας, ὥστε τοὺς ὁρῶντας μὴ μόνον τὰς ὕλας τοῦ χρυσοῦ καὶ τῶν λίθων, ἀλλὰ καὶ τὴν τέχνην τοῦ χρυσοχόου θαυμάζειν· οὕτως ἕκαστον τῶν τῆς πρακτικῆς ἀρετῆς μορίων ῥυθμῷ καὶ ἁρμονίᾳ κεκόσμηται. Τοὺς γὰρ μηροὺς τροπικῶς τὴν πρακτικὴν ὠνόμασεν ἀρετὴν, ἐπειδὴ διὰ τούτων τὴν πορείαν ποιούμενοι δρῶ-