Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.189
Not analysed yet
μεν ἃ βουλόμεθα. Θαυμάζει τοίνυν ὁ νυμφίος τὴν νύμφην, ἀπὸ τῆς πρακτικῆς ἀρξάμενος, καὶ ἄνεισιν ἐπὶ τὴν θεωρίαν, ἐν ἀρχῇ τοὐναντίον ποιήσας· ἀπὸ γὰρ τῆς θεωρίας ἀρξάμενος, ἐπὶ τὴν πρᾶξιν ἐλήλυθεν. «Ὀφθαλμοί σου γὰρ, ἔφη, περιστεραὶ,» τὸ πνευματικὸν τοῦ ὀπτικοῦ τῆς ψυχῆς διὰ τούτου σημαίνων. Ἐνταῦθα δὲ τὴν πρακτικὴν ἀρετὴν πρώτην θαυμάζει, καὶ μάλα εἰκότως· πρότερον γὰρ φωτιζόμενοι, καὶ τοὺς μεμυκότας τῆς ψυχῆς ἀνοίγοντες ὀφθαλμοὺς, καὶ τὸ θεῖον φῶς εἰσδεχόμενοι, τῇ πίστει βεβαιούμεθα· εἶθ' οὕτως ἐπὶ τὴν πρακτικὴν ὁδεύομεν ἀρετήν. Διὰ τοῦτο πρῶτον ἐγκώμιον ὁ νυμφίος ὑφαίνων, ἀπὸ τῶν ὀφθαλμῶν ἤρξατο, τῶν πρώτων τὴν θεραπείαν δεξαμένων. Νῦν δὲ ἐπειδὴ τέλειον τῆς νύμφης τὸ κάλλος ἐγένετο, κάτωθεν ἀπὸ τῆς πρακτικῆς ἀρχόμενος ἀρετῆς, ἐπὶ τὴν θεωρίαν ἄνεισι, τῆς νύμφης τὴν εὐμορφίαν ἐγκωμιάζων. Καὶ πρῶτον μὲν ἐπαινεῖ τὰ διαβήματα καὶ τὰ ὑποδήματα, εἶτα τῶν μηρῶν τοὺς ῥυθμοὺς, τουτέστιν ἕκαστον τῶν γινομένων· μετὰ δὲ τοὺς μηροὺς τὸν ὀμφαλόν· «Ὀμφαλός σου γὰρ, φησὶ, κρατὴρ τορευτὸς μὴ ὑστερούμενος κράμα.» Παραθῶμεν δὲ, εἰ δοκεῖ, τὰ περὶ τοῦ ὀμφαλοῦ τῆς Ἰουδαίας ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων εἰρημένα διὰ Ἰεζεκιὴλ τοῦ προφήτου. Τὴν γὰρ ἀκολασίαν αὐτῆς θριαμβεύων, καὶ τὴν πολλὴν αὐτῆς δημοσιεύων ἀσέβειαν, ὡς καὶ ἐν τῷ πρώτῳ λόγῳ διεξεληλύθαμεν, τῷ προφήτῃ φησί· «Διαμάρτυραι τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας αὐτῆς, καὶ ἐρεῖς· Τάδε λέγει Κύριος τῇ Ἱερουσαλήμ· Ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χαναὰν, ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία. Καὶ ἡ γένεσίς σου ἐν ᾗ ἡμέρᾳ ἐτέχθης, οὐκ ἐτμήθη ὁ ὀμφαλός σου.» Ἐκείνῃ μὲν οὖν φησιν, «Οὐκ ἐτμήθη ὁ ὀμφαλός σου·» ταύτῃ δὲ, «Ὀμφαλός σου κρατὴρ τορευτὸς οὐχ ὑστερούμενος κράμα.» Ἡ μὲν γὰρ ἐξ Αἰγύπτου τεχθεῖσα οὐκ ἔτεμεν αὑτῆς τὸν ὀμφαλὸν, ἀλλ' ὥσπερ διά τινος ῥίζης εἷλκεν ἐξ Αἰγύπτου τὴν πονηρίαν τῆς δυσσεβοῦς διδασκαλίας. Αὕτη δὲ οὐχ ἁπλῶς τὸν ὀμφαλὸν αὑτῆς ἔτεμεν, ἀλλ' οὕτως ἐβάθυνε τὴν τομὴν, ὥστε πᾶσαν τῆς εἰδωλολατρείας ἀνασπᾶσαι τὴν ῥίζαν, ὡς κρατῆρι τορευτῷ παραβάλλεσθαι, καὶ τὸ κράμα τῆς εὐφροσύνης διηνεκῶς ἔχειν, καὶ μηδέποτε ἐλλείπειν αὐτῇ τὴν ἐκ τῆς εὐσεβείας ἐγγινομένην αὐτῇ θυμηδίαν. Ἀλλὰ καὶ «Ἡ κοιλία σου θημωνία σίτου, πεφραγμένη ἐν κρίνοις.» Τουτέστι, μεστὰ τὰ ταμιεῖά σου τῆς ψυχῆς τῶν κεκρυμμένων μυστηρίων, ὧν ἡ εὐοσμία μόνη τοῖς ἀτελέσιν ἔτι καὶ νηπίοις γνώριμος. «Κρίνοις γὰρ, φησὶ, περιπέφρακται,» ἵνα διὰ μὲν τοῦ περιφράγματος τὸ κεκρυμμένον νοήσωμεν, διὰ δὲ τῶν κρίνων, τὴν ἐκεῖθεν πανταχοῦ διαῤῥέουσαν εὐοσμίαν. «Καὶ οἱ μαστοί σου δὲ οἱ δύο νεβροῖς διδύμοις δορκάδος ἐοίκασιν.» Οἱ γὰρ τῆς διδασκαλίας σου κρουνοὶ, τὰ καινὰ προφέροντες νάματα, ὀξυδορκίαν διδάσκουσι, καὶ τὴν πνευματικὴν θεωρίαν ἡ γὰρ