Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.192
Not analysed yet
δορκὰς ὀξυδορκίας ἐπώνυμος, καὶ ὁ νεβρὸς τοῦ νέου σημαντικός. «Ὁ δὲ τράχηλός σου, ὡς πύργος ἐλεφάντινος.» Ἀπηλλάγη γὰρ τοῦ μέλας εἶναι, καὶ ἐλευκάνθη τὸν ζυγόν μου δεξάμενος· καὶ φοβερός ἐστι τοῖς πολεμίοις ὡς πύργος, καὶ ποθεινός ἐστι τοῖς φίλοις ὡς λάμπων. «Οἱ δὲ ὀφθαλμοί σου, ὡς λίμναι ἐν Ἐσσεβὼν, ἐν πύλαις θυγατρὸς πολλῶν.» Τοῦτο δὲ ὁ Ἀκύλας ἑρμηνεύων, ἀντὶ τοῦ «Ἐσσεβὼν» ἐπιλογισμὸν τέθεικε. Διδάσκει τοίνυν ὁ νυμφίος, ὅτι τῶν εὐσεβῶν ψυχῶν τὸ ὀπτικὸν λίμναι εἰσὶ, τὰ θεῖα νάματα δεχόμεναι, καὶ διηνεκῶς πλημμυροῦσαι· ἅτε δὴ ἀπὸ πολλῶν πυλῶν, τουτέστι στομάτων (τροπικῶς γὰρ τὰ στόματα πύλας ὠνόμασε), τὰ ῥεῖθρα δεχόμεναι. Καὶ γὰρ παρὰ τοῦ μεγάλου Μωσέως, καὶ παρὰ Ἰησοῦ τοῦ Ναυῆ, καὶ Σαμουὴλ τοῦ προφήτου, καὶ παρὰ Δαβὶδ, τοῦ προφήτου καὶ βασιλέως, καὶ παρὰ Ἡσαΐου, καὶ Ἱερεμίου, καὶ Δανιὴλ, καὶ Ἰεζεκιὴλ, καὶ παρὰ τῶν δώδεκα προφητῶν, καὶ παρὰ τῶν θείων Εὐαγγελίων, καὶ παρὰ τῶν ἱερῶν ἀποστόλων, καὶ παρὰ τῶν μετ' ἐκείνους γενομένων διδασκάλων, δέχονται τῆς ὠφελείας τὰ νάματα. Διό φησιν ὁ νυμφίος· «Οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσσεβὼν, ἐν πύλαις θυγατρὸς πολλῶν.» Αἱ γὰρ θεωρίαι τῆς ψυχῆς σου, καὶ τῶν εὐσεβῶν σου λογισμῶν τὸ πλῆθος λίμναις ἐοίκασι πολλαχόθεν δεχομέναις ὕδατα, ἐπειδὴ καὶ ἀπὸ πολλῶν στομάτων ὑποδέχῃ τῆς διδασκαλίας τὰ νάματα. «Καὶ ὁ μυκτήρ σου δὲ, ὡς πύργος ἐστὶ τοῦ Λιβάνου, σκοπεύων πρόσωπον Δαμασκοῦ.» Τῆς μὲν οὖν Ἰουδαίας ὁ μυκτὴρ, διὰ τὸ ἀπειθὲς καὶ δυσήνιον, ἐνώτιον ἔλαβεν οἷόν τινα χαλινὸν, καθάπερ ταῦρος κερατίζων, τοῦ νόμου τὴν ἀπειλὴν, ἐπειδὴ ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἰσραήλ. Ὁ δὲ τῆς νύμφης «μυκτὴρ ὡς πύργος, φησὶν, ἐστὶ τοῦ Λιβάνου, σκοπεύων πρόσωπον Δαμασκοῦ.» Ὑψηλὸς γάρ ἐστι καὶ μετέωρος, καὶ τῆς ἄνωθεν εὐοσμίας ἀντιλαμβανόμενος, καὶ τῷ μύρῳ τοῦ νυμφίου προσδεδεμένος, καὶ βοῶν· «Ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν.» Διὰ τοῦτο ἀπείκασται πύργῳ ἐπάνω μὲν τοῦ Λιβάνου κειμένῳ, σκοπεύοντι δὲ τῆς Δαμασκοῦ πρόσωπον. Ἐπειδὴ γὰρ ὁ μετασχηματιζόμενος εἰς ἄγγελον φωτὸς διάβολος, κατὰ τὸν μακάριον Παῦλον, καὶ εἰς μύρον πνευματικὸν σχηματίζεται, ἀναγκαίως ὁ μυκτὴρ τῆς νύμφης ἐγρήγορε, καὶ νήφει, καὶ σκοπεύει πρόσωπον Δαμασκοῦ, ἵνα μὴ ἀπατηθεῖσα τὸ μὲν ἀληθινὸν καταλίπῃ μύρον, τῷ δὲ ψευδεῖ καὶ πλανῶντι ἀκολουθήσῃ· τὴν δὲ Δαμασκὸν ἐπὶ τῶν ἐθνῶν, καὶ τῆς τηνικαῦτα δὲ κρατούσης ἀσεβείας, ἡ θεία πολλάκις τίθησι Γραφή· ἀμέλει καὶ ὁ μακάριος Ἡσαΐας τὰ περὶ τῆς τοῦ Κυρίου γεννήσεως προφητεύων, καὶ εἰρηκὼς ἐκ προσώπου τοῦ Πνεύματος, ὅτι «Προσῆλθον πρὸς τὴν προφῆτιν,» τουτέστι πρὸς τὴν παρθένον, «καὶ ἐν γαστρὶ ἔλαβεν, καὶ ἔτεκεν υἱὸν,» ὑπάγει λέγων· «Καὶ εἶπε