Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.193
Not analysed yet
Κύριος πρός με, κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ σκῦλα Σαμαρείας ἀπέναντι βασιλέως Ἀσσυρίων.» Δηλοῖ δὲ ὅτι παιδίον ὢν καταλύσει μὲν τὸν τροπικῶς Ἀσσυρίων βασιλέα καλούμενον, τουτέστι τὸν διάβολον· παραλήψεται δὲ τὴν Δαμασκοῦ δύναμιν, τουτέστι, τῆς εἰδωλολατρείας τὸ κράτος καταλύσας, αὐτὸς ἐγκρατὴς γενήσεται τῶν αἰχμαλώτων ὑπὸ τοῦ διαβόλου γεγενημένων. «Λήψεται γὰρ, φησὶ, δύναμιν Δαμασκοῦ, καὶ σκῦλα Σαμαρείας·» τούς τε γὰρ ἐξ Ἰουδαίων, τούς τε ἐξ ἐθνῶν ἐλευθερώσας, καὶ τῆς πλάνης ἀπαλλάξας, καὶ τὸν τύραννον καταλύσας, ὑφ' ἑαυτὸν ποιήσεται. Εἰκότως τοίνυν τῇ νύμφῃ φησίν· «Μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου, σκοπεύων πρόσωπον Δαμασκοῦ.» Περισκοπεῖς γὰρ, μὴ τὰ θεῖα μιμησάμενος ὁ διάβολος ἐξαπατήσῃ σε, τῇ ἀληθείᾳ τὸ ψεῦδος ἀντιστρατεύων. «Καὶ ἡ κεφαλή σου δὲ, φησὶν, ἐστὶν ὡς Κάρμηλος,» τουτέστι, πάντων πεπληρωμένη τῶν ἀγαθῶν. Τοῦτο γὰρ καὶ ὁ τῶν ὅλων Θεὸς, διὰ τοῦ προφήτου τὴν τῶν Ἰουδαίων ἀγνωμοσύνην ἐλέγχων, φησί· «Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον, τοῦ φαγεῖν τὸν καρπὸν αὐτοῦ καὶ τὰ ἀγαθὰ αὐτοῦ.» Ἔοικε τοίνυν ἡ κεφαλή σου, φησὶ, τῷ Καρμήλῳ, πᾶν εἶδος ἀγαθῶν γεννῶντι, καὶ πάντα καρπὸν ἐμοὶ τῷ γεωργῷ φέροντι. Ἐπίκειται δὲ, «Καὶ πλόκιον τῇ κεφαλῇ σου ὡς πορφύρα, βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς.» Αἱ γὰρ πάλαι σου λελυμέναι τρίχες, καὶ διὰ τοῦτο ταῖς ἀγέλαις τῶν αἰγῶν ἀπεικασμέναι ταῖς ἐν τῷ Γαλαὰδ ἀποκαλυφθείσαις· νῦν δὲ ἐπλάκησαν, καὶ οὐκ ἐπλάκησαν μόνον, ἀλλὰ καὶ θαυμαστὴν ὑπεδέξαντο βαφὴν, καὶ ἐοίκασι βασιλεῖ ἀναβεβλημένῳ πορφυρίδα καὶ πάντοσε διατρέχοντι. Καλεῖ δὲ πλοκὴν τριχῶν βασιλικῇ πορφυρίδι ἀπεικασμένην τὴν μετὰ ἁρμονίας προσφερομένην διδασκαλίαν, καὶ τῷ αἵματι τοῦ Χριστοῦ διηνθισμένην· οὐ γὰρ οὕτω λάμπει βασιλεὺς ἁλουργίδα περιβεβλημένος, ὡς ὁ τῆς εὐσεβείας διδάσκαλος τὸ τῆς θεογνωσίας κήρυγμα ἐξυφαίνων, καὶ τοῖς τροφίμοις τῆς ἀληθείας προσφέρων. ϛʹ, ζʹ. Τί ὡραιώθης, καὶ τί ἡδύνθης, ἀγάπη, ἐν τρυφαῖς σου. Τὸ μέγεθός σου ὡμοιώθη τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσιν. Ὡραία γὰρ ἐγένου μὴ οὖσα πρότερον ὡραία· καὶ ἀηδίας ἁπάσης πλήρης ὑπάρχουσα, ἐξαίφνης ἀναπέφηνας ἡδεῖα· καὶ τούτων τετύχηκας ἐντρυφήσασα τῇ ἀγάπῃ· ἀγαπήσασα γὰρ τὸν ἀγαπήσαντά σε τὸν νυμφίον, καὶ τρυφὴν ἡγησαμένη τὸ περὶ τοῦτον φίλτρον, πάντων ὁμοῦ κατεφρόνησας· διὸ «ὡραιώθης, καὶ ἡδύνθης, ἀλλὰ καὶ τὸ μέγεθός σου ὡμοιώθη τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσιν.» Οὐ γὰρ μόνον κάλλος ἔχεις, ἀλλὰ καὶ ὕψος ἀπεικασμένον φοίνικι. «Οἱ δὲ μαστοί σου τοῖς τούτου βότρυσιν ἐοίκασιν.» Ὑψηλὴ γὰρ οὖσα καὶ