Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.196
Not analysed yet
μετέωρος, καὶ τῶν οὐρανίων ἁψίδων ἐφικνουμένη, συγκαταβαίνεις τοῖς ἀσθενέσι, καὶ ὀρέγεις τοὺς μαστούς σου καὶ τὰς τῆς διδασκαλίας σου θηλὰς τοῖς τῆς διδασκαλίας δεομένοις· καὶ γὰρ ὁ φοῖνιξ κάτω νεύοντας ἔχει τοὺς βότρυας. Τοῦτο καὶ διὰ τοῦ μακαρίου Δαβὶδ τὸ Πνεῦμα λέγει τὸ ἅγιον· «Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.» Ἀκούσασα τοιγαροῦν τῶν ἐπαίνων ἡ νύμφη, καὶ τῶν πολλῶν ἐγκωμίων πτερωθεῖσα, καὶ πυρσευθεῖσα τῷ φίλτρῳ, φησίν· ηʹ, θʹ. Εἶπον, Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ, καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου, καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα. Καὶ λάρυγξ σου, ὡς οἶνος ἀγαθὸς πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα· ἱκανούμενος χείλεσί μου καὶ ὀδοῦσιν. Ἔστιν ἐντεῦθεν ἀκριβῶς καταμαθεῖν, ὅπως ποθεῖ τὸν νυμφίον ἡ νύμφη, καὶ τῆς ἀναβάσεως ἐφίεται, καὶ τὸ ὕψος φαντάζεται, καὶ, κατὰ τὸν μακάριον Παῦλον, «οὐ νομίζει κατειληφέναι, ἀλλὰ διώκει ἵνα καταλάβῃ· καὶ τῶν μὲν ὄπισθεν ἐπιλανθάνεται, τοῖς δὲ ἔμπροσθεν ἐπεκτείνεται.» Ζητητέον δὲ πῶς ὁ νυμφίος καὶ φοῖνίξ ἐστι καὶ ἄμπελος· καὶ φοίνικος μὲν οὐκ ἔχει καρπὸν, ἀμπέλου δὲ βότρυας ἐκφέρει. Ὁδηγήσει δὲ ἡμᾶς ἐπὶ τὴν κεκρυμμένην διάνοιαν ἡ τοῦ Ἀκύλα ἑρμηνεία· ἀντὶ γὰρ τοῦ «κρατήσω τῶν ὕψεων αὐτοῦ,» τέθεικε «κρατήσω τῶν ἐλατῶν αὐτοῦ·» οἱ δὲ ἐλάται τῶν ἀῤῥένων εἰσὶ φοινίκων καρποί· τοῖς θήλεσι φοίνιξιν ἐντιθέμενοι, καὶ μονίμους, καὶ πέπονας τοὺς ἐκείνων καρποὺς ἐργάζονται. Ἐπείγεται τοίνυν ἡ νύμφη λαβεῖν παρὰ τοῦ νυμφίου τὰς τῶν εὐσεβῶν γονῶν ἀφορμὰς, καί φησιν· «Εἶπον, Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, καὶ κρατήσω τῶν ὕψεων αὐτοῦ·» ἢ, ὡς ὁ Ἀκύλας, «τῶν ἐλατῶν αὐτοῦ.» —»Καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου.» Σὺ γὰρ εἶ ἀληθινὴ ἄμπελος, ἀφ' ἧς ὁ σωτήριος οἶνος γεωργούμενος ἐν ταῖς πνευματικαῖς ἀποθλίβεται ληνοῖς, ἀφ' ὧν τὸ ποτήριον πληροῦται τὸ μεθύσκον ὡσεὶ κράτιστον. «Καὶ ὀσμὴ ῥινός σου τῇ τοῦ μήλου ἔοικεν εὐωδίᾳ.» Καὶ γὰρ αὐτὸ τὸ τῆς ὀσφρήσεώς σου δοχεῖον, καὶ αὐτό μοι εὐωδίαν ἐκπέμπει μήλοις ἀπεικασμένην. Ἱκανὰ δὲ τὰ περὶ τῶν μήλων εἰρημένα ἡμῖν ἐν τῇ τῆς βίβλου ἀρχῇ. «Καὶ ὁ λάρυγξ δέ σου, ὡς οἶνος ἀγαθὸς πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος χείλεσί μου καὶ ὀδοῦσιν.» Ἡ γὰρ ἐκ τῆς φάρυγγός σου προσφερομένη διδασκαλία, οἴνου παντὸς ἀνθοσμίου καὶ πάσης εὐφροσύνης βιωτικῆς ἀμείνων τυγχάνει, ἢν προφέρεις, ἀδελφιδέ μου, διευθῦναι βουλόμενος τὰς εἰς σὲ πεπιστευκυίας ψυχάς· ἱκανὴ δέ μοι αὕτη καὶ ἀποχρῶσα, ἵνα τὰ μὲν προφέρω καὶ κηρύττω ὀργάνοις τοῖς χείλεσι κεχρημένη· τὰ δὲ φρουρῶ καὶ φυλάττω, τοὺς ὀδόντας ἀντὶ