Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.197
Not analysed yet
τειχίου περιτιθεῖσα. Τούτοις ἁρμόττει καὶ τὰ παρὰ τοῦ μακαρίου Παύλου εἰρημένα· «Ἤκουσα γὰρ, φησὶν, ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.» Διὰ τοῦτο καὶ ἡ νύμφη φησίν· «ἱκανούμενος χείλεσί μου καὶ ὀδοῦσί μου,» ἵνα τὰ μὲν προφέρω, τὰ δὲ φυλάττω· Τούτοις ἐπιφέρει· ιʹ. Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἐπ' ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ. Αὐτῷ γὰρ ἐμαυτὴν ἀνατέθεικα, καὶ πᾶσαν ἀλλοτρίαν κοινωνίαν ἐβδελυξάμην, Ἑλληνικὴν, Ἰουδαϊκὴν, αἱρετικήν· καὶ γὰρ αὐτὸς πάντων με τῶν ἄλλων προτέθεικε, καὶ πρὸς ἐμὲ τὴν ἀποστροφὴν ἔχει· οὐ γὰρ ἔχων πρότερον ποῦ κλίναι τὴν κεφαλὴν, εὗρε νῦν ποῦ κλίνῃ τὴν κεφαλήν· καὶ πολλὰς ἔχων παλλακίδας, καὶ βασιλίδας, καὶ νεάνιδας, πάντων προτίθησί με· ἀλλ' οὐκ ἀνέχομαι μόνη τῆς ἱερᾶς αὐτοῦ κοινωνίας ἀπολαύειν. ιαʹ, ιβʹ, ιγʹ. Ἐλθὲ, ἀδελφιδέ μου, καὶ ἐξέλθωμεν εἰς ἀγρὸν, αὐλισθῶμεν ἐν κώμαις. Ὀρθρίσωμεν εἰς ἀμπελῶνας, ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἢ ἤνθησεν ὁ κυπρισμὸς, εἰ ἤνθησαν αἱ ῥοαί. Ἐκεῖ δώσω τοὺς μαστούς μού σοι. Οἱ μανδραγόραι ἔδωκαν ὀσμὴν, καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα νέα πρὸς παλαιὰ, ὅσα ἐδωκέ μοι ἡ μήτηρ μου, ἀδελφιδέ μου, ἐτήρησά σοι. Προτρέπει τὸν νυμφίον ἡ νύμφη, καὶ τῶν εὐτελῶν ἔτι καὶ ταπεινῶν φροντίσαι ψυχῶν, ἃς τροπικῶς ἀγρὸν καὶ κώμας ὀνομάζει, ὡς ταπεινὰς καὶ μικράς. Οὐ γὰρ λέγει, ἐξέλθωμεν εἰς πόλιν, ἀλλ', «ἐξέλθωμεν εἰς ἀγρὸν, αὐλισθῶμεν ἐν κώμαις, ὀρθρίσωμεν εἰς ἀμπελῶνας, ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος.» Ἐπισκεψώμεθα, φησὶ, τοὺς ἄρτι τὸ κήρυγμα δεξαμένους· «εἰ ἤνθησεν ὁ κυπρισμός.» Ἴδωμεν καὶ τούτους ἀμείνους, οἵτινες οὐ μόνον φύλλα, ἀλλὰ καὶ αὐτὸ τὸ ἄνθος ἐβλάστησαν, ὅπερ ἐνταῦθα κυπρισμὸν προσηγόρευσεν· «εἰ ἤνθησαν αἱ ῥοαί·» εἰ γέγονε, φησὶν, ἔν τισιν ἀγάπης ἀρχή. Χρὴ γὰρ ἡμᾶς περινοστῆσαι, καὶ πᾶσαν τὴν ἁρμόττουσαν ἐπιμέλειαν προσενεγκεῖν. Τοῦτο γὰρ ποιοῦσα σε θεραπεύσω· «ἐκεῖ, φησὶ, δώσω τοὺς μαστούς μού σοι.» Οἰκειοῦσαι γὰρ τὰ εἰς ἐκείνους γιγνόμενα, καὶ λέγεις· «Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τῶν μικρῶν τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.» —»Οἱ μανδραγόραι ἔδωκαν ὀσμήν.» Ὕπνον οἶδεν ἐμποιεῖν ὁ μανδραγόρας, ὡς ἰατρῶν παῖδές φασιν. Ἐπειδὴ τοίνυν «νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς» προστετάγμεθα, οὐχ ἵνα αὐτὰ τὰ μέλη παραδῶμεν τῷ θανάτῳ, ἀλλ' ἵνα νεκρὰ ταῖς κακαῖς ἀποφήνωμεν ἐνεργείαις, εἰκότως τὸν μανδραγόραν ἐνταῦθα τέθεικε, καί φησιν· «Οἱ μανδραγόραι ἔδωκαν ὀσμήν·» ἀντὶ τοῦ, ἤρξαντο καθεύδειν ταῖς ἁμαρτίαις οἱ ἄνθρωποι· καὶ καθάπερ οἱ μανδραγόραν πεπωκότες οὐκ αἰσθάνονται τῶν τοῦ σώματος κινημάτων· οὕτως οἱ τῆς εὐσεβοῦς διδασκαλίας ἐκπίνοντες τὴν κύλικα, τὰ πάθη κοιμίζειν σπου-