Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.200
Not analysed yet
δάζουσιν. Οὐ μόνον δὲ οἱ μανδραγόραι ἔδωκαν ὀσμὴν, ἀλλὰ καὶ ἐπὶ θύραις ἡμῶν πάντα τὰ ἀκρόδρυα. Πᾶν γὰρ εἶδος καρποφοροῦσιν οἱ τὴν ἡμετέραν διδασκαλίαν δεξάμενοι. Ἐγὼ δὲ νέα πρὸς παλαιὰ, ὅσα ἔδωκέ μοι ἡ μήτηρ μου, ἐτήρησά σοι, ἀδελφιδέ μου. Καὶ γὰρ τῆς Παλαιᾶς Διαθήκης τὰς ἐντολὰς, καὶ τῆς Καινῆς Διαθήκης τὰς ὑποθήκας, ἃς ὑπὸ τῆς μητρός μου, τῆς τοῦ Πνεύματος χάριτος ἐδεξάμην, ταύτας σοι τετήρηκα, καὶ τὴν παρακαταθήκην ἄσυλον διεφύλαξα. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ μακαρίου Παύλου Τιμοθέῳ γραφέντα· «Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής.» Καὶ πάλιν τὸ ἐν Εὐαγγελίῳ ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὅτι «Πᾶς γραμματεὺς μαθητευθεὶς τὴν βασιλείαν τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ ἐκβάλλοντι ἐκ τοῦ θησαυροῦ αὑτοῦ νέα καὶ παλαιά.» ΚΕΦΑΛΑΙΟΝ Ηʹ. αʹ, βʹ. Τίς δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα μαστοὺς μητρός μου; εὑροῦσά σε ἔξω, φιλήσω σε· καί γε οὐκ ἐξουδενώσουσί με. Παραλήψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου, καὶ εἰς ταμεῖον τῆς συλλαβούσης με. Διδάξεις με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, καὶ ἀπὸ νάματος ῥοῶν μου. Κατὰ γὰρ τὸ ἀνθρώπειον καὶ αὐτὸς ἅπασαν ἐδέξατο τοῦ Πνεύματος τὴν χάριν. «Τὸ γὰρ παιδίον, φησὶν, Ἰησοῦς ηὔξανε, καὶ ἐκραταιοῦτο Πνεύματι, καὶ χάρις Θεοῦ ἦν ἐπ' αὐτό.» Φησὶ τοίνυν ἡ νύμφη, ἐκπληττομένη τὴν ἄῤῥητον φιλανθρωπίαν, ὅτι Καὶ σὺ ἐθήλασας τοὺς μαστοὺς τῆς μητρός μου. Ἵνα δὲ καὶ τὴν ἀκολουθίαν τῶν ῥητῶν, καὶ τὴν ἁρμονίαν φυλάξωμεν, μικρὸν ἄνωθεν ἀρξάμενοι, ἐν κεφαλαίῳ τὴν διάνοιαν διεξέλθωμεν, Ἐδεξάμην, φησὶν, οὐ μόνον νέα, ἀλλὰ καὶ παλαιὰ τῆς μητρός μου, καὶ ταῦτά σοι διατηρήσω. Ἠνέσχου δὲ, διὰ πολλὴν φιλανθρωπίαν, καὶ αὐτὸς τὴν ἐμὴν φύσιν ἀναλαβὼν, τοὺς αὐτούς μοι θηλάσαι μαστοὺς, ἵνα καὶ ἐν τούτῳ τὴν ἀδελφότητα δείξῃς. Ἐθήλασας δὲ οὐ δεόμενος, ἀλλ' ἐμὲ διδάσκων, ὅπως ὀφείλω θηλάσαι, καὶ διὰ ποίας θηλῆς τὴν χάριν ἑλκύσαι. Διὰ τοῦτο τῷ βαπτίσματι προσελήλυθας, οὐχ ἵνα τὸν ῥύπον τῶν ἁμαρτημάτων ἀποσμήξῃ· ἁμαρτίαν γὰρ οὐκ ἐποίησας, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματί σου· οὔτε μὴν ἵνα τοῦ παναγίου Πνεύματος ὑποδέξῃ τὴν χάριν· πλήρης γὰρ τούτου ἐτύγχανες· ἀλλ' ἐμοὶ δεικνὺς, ὁποῖα τοῦ βαπτίσματος τὰ δῶρα, καὶ ποίῳ τρόπῳ δύναμαι θηλάσαι τὴν χάριν τοῦ Πνεύματος. Διὰ τοῦτο ἐν εἴδει περιστερᾶς κάτεισι τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ἵνα σοι παράσχῃ ἃ μὴ εἶχες· πλήρης γὰρ αὐτοῦ τῶν χαρίτων ἐτύγχανες· ἀλλ' ἵνα ἐμοὶ δείξῃς τίς ἡ δωρεὰ τοῦ βαπτίσματος. Διὰ τοῦτο ἐκπλητ-