Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.201
Not analysed yet
τομένη λέγω· «Τίς δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα μαστοὺς μητρός μου;» Ὑπὸ ταύτης σου τῆς φιλανθρωπίας ἑλκομένη, «εὑροῦσά σε ἔξω, φιλήσω σε, καί γε οὐκ ἐξουδενώσουσί με· παραλήψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου, καὶ εἰς τὸ ταμεῖον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, καὶ ἀπὸ νάματος ῥοῶν μου·» μεθύουσα γὰρ τῷ περὶ σὲ φίλτρῳ, οὐ μόνον ἐν τῷ θαλάμῳ, καὶ ἐν τῇ παστάδι, ἀλλὰ καὶ κατὰ τὴν ἀγορὰν καὶ δημοσίᾳ, εὑροῦσά σε περιπτύξομαι καὶ καταφιλήσω· οὐκ ἐπιμέμψονται δέ μοι τοῦτο ποιούσῃ οἱ θεώμενοι, τὴν φλόγα τῆς ἀγάπης εἰδότες. Ἐκεῖθεν δὲ παραλαβοῦσά σε, «εἰσάξω σε εἰς τὸν τῆς μητρός μου οἶκον, καὶ εἰς τὸ ταμεῖον τῆς συλλαβούσης με.» Τίς δὲ ὁ τοῦ παναγίου Πνεύματος οἶκος (αὐτὸ γὰρ τὴν νύμφην ἐγέννησεν), εἰ μὴ ὁ θεῖος νεὼς, ὁ τὴν ἄνω μιμούμενος Ἱερουσαλὴμ, ἔνθα εἰσιόντες μετὰ παῤῥησίας τῷ νυμφίῳ προσδιαλέγονται, τὸ τῆς νύμφης ἀξίωμα λαβόντες; «Καὶ ἐκεῖσε, φησὶ, ποτιῶ σε ἀπὸ τοῦ οἴνου τοῦ μυρεψικοῦ, καὶ ἀπὸ νάματος ῥοῶν μου·» μυρεψικὸν δὲ οἶνον καλεῖ τὴν τῇ θείᾳ χάριτι διηρτυμένην διδασκαλίαν, καὶ οἱονεὶ μεμυρισμένην, καὶ εὐώδη τυγχάνουσαν. «Νᾶμα δὲ ῥοῶν» καλεῖ τὴν ἀπὸ τῶν καρπῶν τῆς ἀγάπης τικτομένην ὠφέλειαν. Ταῦτα πρὸς τὸν νυμφίον εἰρηκυῖα ἡ νύμφη, καὶ ταῖς νεάνισι διαλέγεται, καί φησιν· γʹ. Εὐώνυμος αὐτοῦ ἐπὶ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. Ἄνω γάρ εἰμι τῆς κολαστικῆς ἀπειλῆς, καὶ τῆς σου δεξιᾶς τὰς εὐλογίας δρέπομαι· διὰ τοῦτο τὴν εὐώνυμον αὑτοῦ ἐπὶ τὴν κεφαλήν μου τίθησι, τῇ δεξιᾷ με περιλαμβάνει. δʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν θελήσῃ. Χρὴ γὰρ ὑμᾶς διηνεκῶς πυρσεύειν αὐτὴν, καὶ διεγείρειν, ἵνα θερμῶς αὐτὸν ποθήσητε, καὶ ὡς αὐτὸς βούλεται, ἐπὶ τὴν τελειότητα φθάσητε. Τούτων παρ' αὐτῆς εἰρημένων, θεασάμεναι αὐτῆς ἐκεῖναι τὴν πᾶσαν ὑπερβολὴν, ἐκπληττόμεναι λέγουσι· εʹ. Τίς αὕτη ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδοῦν αὑτῆς; Καὶ οὐ λέγουσι λευκὴν, ἀλλὰ λελευκανθισμένην· μέλαινα γάρ. Ἐπὶ μὲν τοῦ νυμφίου φησὶν νύμφη, «ἀδελφιδοῦς μου λευκός·» καὶ οὐκ εἶπε λελευκανθισμένος· φύσει γὰρ ἦν τοιοῦτος. Αὕτη δὲ μελανθεῖσα (παρέβλεψε γὰρ αὐτὴν ὁ ἥλιος) ἐλευκάνθη, καὶ τῆς τοῦ νυμφίου λευκότητος μετείληφε. Καὶ ὥσπερ φῶς ὑπάρχων φῶς αὐτὴν εἰργάσατό τε καὶ προσηγόρευσε, καὶ ἅγιος ὑπάρχων ἁγίαν αὐτὴν ἐποίησε, καὶ ἀνάστασις γινόμενος ἀναστάσεως αὐτὴν ἠξίωσεν· οὕτω καὶ αὐτῇ τῆς οἰκείας λευκότητος μετέδωκε. Διό φασιν