Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.204
Not analysed yet
αἱ ὁρῶσαι αὐτὴν νεάνιδες· «Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδοῦν αὑτῆς;» ὑπ' αὐτοῦ γὰρ ποδηγουμένη, καὶ οἱονεὶ χειραγωγουμένη, καὶ τὴν εἰς τοὺς οὐρανοὺς ἀνάβασιν καὶ ἀποδημίαν ποιεῖται πρὸς τὸν ἀγαπητὸν αὐτῆς, διὰ τῆς βεβαίας εἰς αὐτὸν πίστεως. Μετὰ ταῦτα ὁ νυμφίος διαλεγόμενός φησιν· «Ὑπὸ μῆλον ἐξήγειρά σε, ἐκεῖ ὠδίνησέ σε ἡ μήτηρ σου, ἐκεῖ ὠδίνησέ σε ἡ τεκοῦσά σε.» Τουτωνὶ τῶν ῥημάτων τὴν διάνοιαν μαθησόμεθα, εἰ τῶν εἰρημένων ὑπὸ τῆς νύμφης ἐν τῇ ἀρχῇ τοῦ συγγράμματος ἀναμνησθείημεν. Ἔφη γὰρ τῷ νυμφίῳ· «Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ὁ ἀδελφιδοῦς μου ἀναμέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς τῷ λάρυγγί μου.» Ἐπειδὴ τοίνυν ἡ σκιὰ τῶν μελλόντων ἀγαθῶν εἰσι τὰ ἐπὶ τοῦ παρόντος ἡμῖν δοθέντα, «Ἄρτι γὰρ,» φησὶν ὁ μακάριος Παῦλος, «βλέπω ὡς ἐν ἐσόπτρῳ, ὡς ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον,» ἐπόθησε δὲ ἡ νύμφη ἐν τῇ σκιᾷ τοῦ νυμφίου καθίσαι, τουτέστι τῷ δοθέντι νῦν ἀῤῥαβῶνι (μῆλον δὲ αὐτὸν προσηγόρευσε δι' ἃς ἔφημεν αἰτίας), ἀναγκαίως ὁ νυμφίος φησίν· «Ὑπὸ μῆλον ἐξήγειρά σε, ἐκεῖ ὠδίνησέ σε ἡ τεκοῦσά σε.» Πιστεύσαντες γὰρ τῷ περὶ τοῦ Σωτῆρος ἡμῶν κηρύγματι, τῷ θείῳ βαπτίσματι προσεληλύθαμεν, καὶ προσελθόντες τῆς παλιγγενεσίας τετυχήκαμεν. «Ὤδινε γὰρ ἡμᾶς ἡ χάρις τοῦ Πνεύματος·» μαρτυρεῖ δὲ ἡ ἱστορία τῶν Πράξεων. Τοῦ γὰρ θειωτάτου Πέτρου δημηγορήσαντος, καὶ περὶ τοῦ Σωτῆρος κήρυγμα τοῖς ἐληλυθόσι προσενηνοχότος, φησὶν ὁ συγγραφεὺς, ὅτι ἀκούσαντες τὸν λόγον κατενύγησαν, καὶ εἶπον πρὸς τὸν Πέτρον· «Τί ποιήσομεν, ἵνα σωθῶμεν;» Ὁ δὲ πρὸς αὐτοὺς ἔφη· «Πιστεύσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ λήψεσθε τὴν ἐπαγγελίαν τοῦ ἁγίου Πνεύματος.» Εἰκότως τοίνυν φησὶν ὁ νυμφίος τῇ νύμφῃ· «Ὑπὸ μῆλον ἐξήγειρά σε· ἐκεῖ ὠδίνησέ σε ἡ μήτηρ σου· ἐκεῖ ὠδίνησέ σε ἡ τεκοῦσά σε·» καὶ ὁ διπλασιασμὸς οὐχ ἁπλῶς πρόσκειται· δεῖξαι γὰρ βουλόμενος τίς ἡ μήτηρ, ἀνέμνησε τοῦ τόκου. Μετὰ ταῦτα παρακελεύεται αὐτῇ, λέγων· ϛʹ. Θές με ὡς σφραγίδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγίδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος ἡ ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλος· σπινθῆρες αὐτῆς ὡς σπινθῆρες πυρὸς, ἄνθρακες πυρὸς φλόγες αὐτῆς. Ἔνια τῶν ἀντιγράφων ἀντὶ τοῦ ἄνθρακες πυρὸς, σπινθῆρες αὐτῆς, σπινθῆρες πυρὸς, ἔχουσι περίπτερα αὐτῆς περίπτερα, ἄνθρακες πυρὸς φλόγες αὐτῆς. Λέγει τοίνυν ὁ νυμφίος ταῖς εὐσεβέσι ψυχαῖς, ἃς νύμφην ἡ θεία προσαγορεύει Γραφή· «Θές με ἀντὶ σφραγίδος ἐν τῇ καρδίᾳ σου, καὶ ἐν τῷ βραχίονί σου·» καρδίαν μὲν τὸ θεωρητικὸν τῆς ψυχῆς ὀνομάσας,