Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.205
Not analysed yet
βραχίονα δὲ τὸ πρακτικόν· διὸ καὶ τοῖς ἱερεῦσι ἀφώριστο παρὰ τοῦ λαοῦ ὅ τε βραχίων ὁ δεξιὸς, καὶ τὸ στηθήνιον. Βούλεται τοίνυν ἡμᾶς ὁ Σωτὴρ ὁ ἡμέτερος ἀντὶ σφραγίδος αὐτὸν ἔχειν, καὶ διαλεγομένους, καὶ λογιζομένους, καὶ τῷ αὐτοῦ χαρακτῆρι τυποῦν τά τε λεγόμενα, τά τε πραττόμενα· οὕτω γὰρ ἔσται βασιλικὰ νομίσματα, οὐ παρακεχαραγμένα, ἀλλὰ τὸν βασιλικὸν ἔχοντα χαρακτῆρα. Τοῦτο δὲ ῥᾴδιόν σοι, φησὶ, ποιῆσαι, εἰ τὴν εἰς ἐμὲ κτήσῃ ἀγάπην. «Ἰσχυρὰ γάρ ἐστιν ὡς θάνατος.» Καὶ καθάπερ ἐκεῖνος, μετὰ τὴν θείαν ἀπόφασιν, πάντων ἐκράτησεν· οὕτω καὶ αὕτη πάντων κρατεῖ, καὶ αὐτοῦ τοῦ θανάτου ἰσχυροτέρα τυγχάνει. Κτῆσαι καὶ ζῆλον· εἰ γὰρ τοῦτον προσκτήσαιο, οὐκ ἀνέξῃ ἄλλην σου τιμιωτέραν φανῆναι, καὶ σὲ μὲν εἶναι ἀπαῤῥησίαστον, ἐκείνην δὲ τῆς ἐμῆς κοινωνίας τυγχάνειν· «Σκληρὸς γάρ ἐστι, καὶ δυσκαταγώνιστος ὁ ζῆλος τῷ ᾅδῃ παραπλησίως·» ᾅδην δὲ ἀπὸ τῆς κατεχούσης δόξης ὠνόμασε, τῷ θανάτῳ καὶ ταύτην ἐπιθεὶς τὴν προσηγορίαν. Οὕτω δέ ἐστιν ἰσχυρὰ ἡ ἀγάπη, ὅτι πρῶτον μέν ἐστιν ὑπόπτερος, περὶ δὲ τὰ πτερὰ αὑτῆς φλόγα ἔχει πυρὸς, καὶ σπινθῆρας ἐκπεμπομένους. Τί δὲ τῆς οὕτω πυρσευομένης γένοιτ' ἂν δυνατώτερον; καὶ τὸ πῦρ δὲ αὐτῆς οὐκ ἔστι τῶν σβεννυμένων. ζʹ. Ὕδωρ γὰρ, φησὶ, πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην, καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν. Καὶ μαρτυροῦσιν ἅπαντες οἵ τε ἐν τῇ Παλαιᾷ, οἵ τε ἐν τῇ Νέᾳ διαπρέψαντες ἅγιοι· τοῦ γὰρ Ἀβραὰμ τὴν περὶ Θεὸν ἀγάπην, οὔτε ἡ ἐν ξένῃ διαγωγὴ, οὔτε ἡ τοῦ λιμοῦ ἀνάγκη, οὔτε ἡ τῆς γυναικὸς ἁρπαγὴ, οὔτε τοῦ παιδὸς ἡ προσκομιδὴ, οὔτε ἡ περὶ τῶν φρεάτων μάχη ἴσχυσε κατασβέσαι· οὔτε τοῦ Ἰσαὰκ τὰ προσπεσόντα λυπηρά· οὔτε τοῦ Ἰακὼβ οἱ διηνεκεῖς πόνοι, καὶ αἱ διὰ βίου ὀδύναι. Τί σφοδρότερον τῶν τοῦ Ἰωσὴφ πειρασμῶν, ὃς ἐπράθη ὑπὸ ἀδελφῶν, ἀπεστερήθη δὲ μητρὸς καὶ πατρὸς ἀγαπῶντος, καὶ προγονικῆς οἰκίας, καὶ ἐλευθερίας, καὶ εὐπορίας, ἐδούλευσε δὲ παρ' ἀξίαν, καὶ ὑπὲρ σωφροσύνης συκοφαντίας ἐγένετο παρανάλωμα, καὶ δεσμωτηρίῳ παρεπέμπετο, καὶ μυρία ὑπέμεινε δεινά; ἀλλὰ τούτων ἁπάντων ἡ περὶ τὸν Θεὸν ἀγάπη κρείττων ἐδείκνυτο. Καὶ τί δεῖ λέγειν περὶ τοῦ μεγάλου Μωσέως, καὶ Ἰωσυοῦ τοῦ στρατηγοῦ, καὶ τῶν μεγάλων προφητῶν Σαμουὴλ, καὶ Δαβὶδ, καὶ Ἡλίου, καὶ Ἑλισσαίου; Τί μανικώτερον τῶν Βαβυλωνίων ἐγένετο; Τί τῆς παρ' αὐτῶν ἐξαφθείσης καμίνου φοβερώτερον; ἀλλ' ὅμως οὐδὲ ἐκείνη τῶν τριῶν ἐκείνων παιδαρίων ἔσβεσε τῆς ἀγάπης τὴν φλόγα, ἀλλὰ μᾶλλον αὐτὴν ἐπύρσευσε, καὶ διήγειρε. Τί τῶν λεόντων ἐκείνων φρικωδέστερον, οἷς ὁ μέγας παρεδόθη Δανιήλ; ἀλλὰ κἀκεῖνον ἡ περὶ τὸν Θεὸν ἀγάπη δυνατώτερον ἀπέφηνε. Καὶ