Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.208
Not analysed yet
ἵνα τοὺς ἄλλους ἁγίους ἐπὶ τοῦ παρόντος καταλίπω, ἀπόχρη καὶ μόνος ὁ μακάριος Παῦλος διδάξαι αὐτῆς τὴν ἰσχὺν, ἅτε δὴ πάντων μάλιστα πεῖραν αὐτῆς εἰληφώς. «Τίς γὰρ ἡμᾶς χωρίσει, φησὶν, ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ λιμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα; καθὼς γέγραπται, Ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ἀλλ' ἐν τούτοις πᾶσι, φησὶν, ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς Χριστοῦ.» Ἱκανὰ μὲν οὖν καὶ ταῦτα δεῖξαι τῆς ἀγάπης τὴν νίκην· τὰ δὲ μετὰ ταῦτα σαφέστερον ταύτην κηρύττει. Ἐπάγει γάρ· «Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε δυνάμεις, οὔτε ὕψος, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Καὶ ἵνα δείξῃ πάντων αὐτὴν δυνατωτέραν, καὶ τῶν ὁρωμένων, καὶ τῶν ἀοράτων, τὴν μὴ οὖσαν κτίσιν ἀναπλάττεται τῷ λόγῳ, καὶ ταύτῃ πάλιν παρεξετάζει, καὶ δείκνυσι ταύτης τὴν περὶ τὸν Θεὸν ἀγάπην ἰσχυροτέραν. Εἰκότως τοίνυν ὁ νυμφίος φησίν· «Ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην, καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν. Ἐὰν δῷ ἀνὴρ πάντα τὸν βίον αὑτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν.» Ἐξουδενώσουσι δὲ τὸν πάντα βίον ἐν τῇ ἀγάπῃ διδόντα οἱ τῆς ἀγάπης ἐστερημένοι καὶ γεγυμνωμένοι· διὸ καὶ ὁ μακάριος ἔλεγε Παῦλος· «Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν, ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.» Καὶ γὰρ τῷ ὄντι τοῦτο τῶν ἰλιγγιώντων τὸ πάθος· αὐτοὶ γὰρ οἱ μὴ καθεστηκότες περιδινεῖσθαι πάντα νομίζουσιν· οὕτω καὶ οἱ τῆς ἀγάπης ἐστερημένοι τοὺς τῆς ἀγάπης τροφίμους ὡς ἀνοήτους ἐβλασφήμουν καὶ ἄφρονας. Ἀλλ' ὅμως οὐδὲ τοῦτο τὴν ἀγάπην ἐλυμήνατο, ἀλλὰ καὶ θερμοτέραν εἰργάσατο. Λοιδορούμενοι οἱ ἀπόστολοι ηὐλόγουν, καὶ βλασφημούμενοι παρεκάλουν, καὶ ὡσπερεὶ καθάρματα τοῦ κόσμου γενόμενοι, ἔλεγον εἶναι πάντων περίψημα ἕως ἄρτι. ηʹ, θʹ. Ἀδελφὴ ἡμῶν μικρὰ, καὶ μαστοὺς οὐκ ἔχει· τί ποιήσομεν τῇ ἀδελφῇ ἡμῶν ἐν ἡμέρᾳ, ἐν ᾗ ἂν λαληθῇ αὐτῇ; Εἰ τεῖχός ἐστιν, οἰκοδομήσωμεν ἐπ' αὐτὴν ἐπάλξεις ἀργυρᾶς· εἰ θύρα ἐστὶ, διαγράψωμεν ἐπ' αὐτὴν σανίδα κεδρίνην. Ἡγοῦμαι τοὺς ἁγίους προφήτας, τοὺς ἐν τῇ Παλαιᾷ διαπρέψαντας, τὸ βραχὺ τῆς πνευματικῆς ἡλικίας τῆς νύμφης ὁρῶντας, καὶ τὸ τῶν μαστῶν ἀτελὲς ἔτι καὶ κεκρυμμένον, ἅτε δὴ προμνήστορας καὶ μηνυτὰς τοῦ γάμου, ταῦτα ἐν ἑαυτοῖς λέγειν, ὅτι Μέλλει