Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.209
Not analysed yet
λοιπὸν ὁ βασιλεὺς λαμβάνειν τὴν νύμφην τὴν ἡμετέραν ἀδελφὴν, μικρὰ δέ ἐστι καὶ μαστῶν ἐστερημένη· οὔπω γὰρ ἔχει τὸ γόνιμον, οὐδὲ τὸ διδασκαλικὸν χορηγεῖν δύναται γάλα, οὐδὲ τὴν τελείαν ὀρέγειν τοῖς δεομένοις τροφήν· χρὴ τοίνυν ἡμᾶς τὸ πρακτέον λογίσασθαι. Καὶ ἐπειδὴ μέλλει τῷ μεγάλῳ συνάπτεσθαι βασιλεῖ, καὶ ὥσπερ τεῖχος εἶναι τῆς οἰκίας αὐτοῦ, οἰκουροῦσα τὰ ἔνδον καὶ φυλάττουσα, καὶ θύρας τύπον ἔχειν φρουρούσης τὰ ἀποκείμενα, οἰκοδομήσωμεν ὡς ἐν τείχει «ἐπάλξεις ἀργυρᾶς,» τουτέστι λογικὰς καὶ διαλαμπούσας ἐν λόγῳ. «Τὰ λόγια γὰρ Κυρίου, λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ·» ἵνα ἐπ' αὐταῖς ἱσταμένη βάλλῃ τοὺς πολεμίους, διώκῃ τοὺς ἐπιβούλους. Ὡς δὲ θύρᾳ ἐπιθῶμεν αὐτῇ σανίδας ἐκ κέδρου πεποιημένας, ἁμαρτίας σηπεδόνα μὴ δεχομένας· ἄσηπτος γὰρ ἡ κέδρος. Πρὸς ταῦτα ἀποκρίνεται ἡ νύμφη θαῤῥοῦσα τῇ τοῦ νυμφίου φιλοτιμίᾳ καὶ εὐπορίᾳ· ιʹ. Ἐγὼ τεῖχος, καὶ μαστοί μου ὡς πύργοι. Ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτοῦ ὡς εὑρίσκουσα εἰρήνην. Προγνοὺς γάρ με, καὶ προώρισε, καὶ γνοὺς ὡς ζητήσω τὴν εἰρήνην, καὶ διώξω αὐτὴν, καὶ διώξασα καταλήψομαι, καὶ εἰρηνικήν με προσηγόρευσε, καὶ Σουλαμῖτιν, καὶ πεποίηκε τεῖχος ἀῤῥαγὲς, φοβερὸν τοῖς ἐναντίοις· τοὺς δὲ μαστούς μου, τουτέστι τὴν ἠθικὴν καὶ θεολογικὴν διδασκαλίαν, εἰς ὕψος ἤγειρε, καὶ πύργῳ παραπλησίαν ἀπέφηνεν, ἵν' ἐκεῖθεν πολεμοῦσα τοὺς τοῦ νυμφίου δυσμενεῖς καταλύσω. Οὐ μόνον δὲ τεῖχος, ὡς εἶπον, εἰμὶ, ἀλλὰ καὶ ἀμπελών. ιαʹ. Ἀμπελὼν γὰρ, φησὶν, ἐγενήθη τῷ Σολομὼν ἐν Βελεαμών. Ἔδωκε τὸν ἀμπελῶνα αὑτοῦ τοῖς τηροῦσιν· ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίους. Ὁ μὲν Σύμμαχος τὸ, «ἐν Βελεαμὼν,» ἐν κατοχῆ λαοῦ τέθεικεν· ὁ δὲ Ἀκύλας, ἐν ἔχοντι πλήθει. Τοῦτον μὲν οὖν τὸν ἀμπελῶνα πάλαι ὁ Θεὸς τῷ Ἰσραὴλ ἐνεπίστευσεν. Ἐπειδὴ δὲ οὐ μόνον τοὺς ἀποσταλέντας δούλους εἰς ἀπαίτησιν τῶν καρπῶν κατέλευσέ τε καὶ ἀπέκτεινεν, ἀλλὰ καὶ αὐτὸν τὸν κληρονόμον ἐσταύρωσεν, ἀφῃρέθη μὲν κατὰ τὴν δεσποτικὴν φωνὴν ἀπ' ἐκείνων ὁ ἀμπελὼν, ἐδόθη δὲ ἔθνει ποιοῦντι τὸν καρπὸν αὐτοῦ. Διὰ τοῦτό φησιν ἡ νύμφη, ὅτι «τῷ Σολομῶντι,» τουτέστι τῷ εἰρηνικῷ, «ἀμπελὼν ἐγενήθη ἐν Βελεαμὼν,» τουτέστιν ἐν κατοχῇ λαοῦ, ἢ ἐν ἔχοντι πλήθει, καὶ «τοῦτον ἐξέδωκε τοῖς τηροῦσιν.» Ἀμπελῶνα δὲ καλεῖ τοὺς τῇ εὐσεβείᾳ προσεληλυθότας ἀνθρώπους· τοὺς δὲ τηροῦντας καὶ γεωργοῦντας καὶ φυλάττοντας, τοὺς τῇ ἱερωσύνῃ τετιμημένους, καὶ τὴν ἀπὸ τῆς πνευματικῆς διδασκαλίας ἀρδείαν ὁμοῦ καὶ φυλακὴν προσφέρειν προστεταγμένους. Λέγει δὲ, ὅτι «Ὁ ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίους·» σημαίνει δὲ ὁ ἀριθμὸς