Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.32
Not analysed yet
συγγράμματα, οὐ τοῦ θείου Πνεύματος, ἀλλὰ τοῦ ἐναντίου πνεύματος. «Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος, κατὰ τὸν μακάριον Παῦλον, ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια.» Εἰ δὲ τοῦ θείου Πνεύματος καρπὸς ἡ ἐγκράτεια, τοῦ ἐναντίου δηλονότι ἡ ἀκρασία· ἀκρασίας δὲ ὑπόθεσιν, ὥς φατε, περιέχει τοῦ ᾌσματος τῶν ᾀσμάτων τὸ σύγγραμμα. Ὁρᾶτε τοίνυν ποῦ τὰ τῆς βλασφημίας χωρεῖ; Κατὰ γὰρ τοῦ παναγίου Πνεύματος ἡ κατὰ τοῦ βιβλίου λοιδορία τολμᾶται. Τῆς γὰρ τούτου χάριτος ἐμπλησθεὶς ὁ μακάριος Ἔσδρας διαφθαρὲν, ὡς ἔφαμεν, τὸ βιβλίον ἀνενεώσατο· καὶ τοῦτο συνειδότες οἱ μακάριοι Πατέρες ταῖς θείαις αὐτὸ Γραφαῖς συντετάχασι. Πολλοὶ δὲ αὐτὸ τῶν παλαιῶν καὶ ἡρμηνεύκασιν· οἱ δὲ τοῦτο ἐφεξῆς μὴ πεποιηκότες, ταῖς ἐκεῖθεν χρήσεσι τὰ οἰκεῖα συγγράμματα κατεκόσμησαν. Καὶ οὐ μόνον Εὐσέβιος ὁ Παλαιστινὸς, καὶ Ὠριγένης ὁ Αἰγύπτιος, καὶ Κυπριανὸς ὁ Καρχηδόνιος, ὁ καὶ τοῦ μαρτυρίου στέφανον ἀναδησάμενος, καὶ οἱ τούτων παλαιότεροι, καὶ τῶν ἀποστόλων πλησιέστεροι· ἀλλὰ καὶ οἱ μετ' ἐκείνους ἐν ταῖς Ἐκκλησίαις διαπρέψαντες, πνευματικὸν ἔγνωσαν τὸ βιβλίον, Βασίλειός τε ὁ μέγας τὴν ἀρχὴν τῶν Παροιμιῶν ἑρμηνεύων, καὶ Γρηγόριος ἑκάτερος, ὁ μὲν τὴν ἐκείνου συγγένειαν, ὁ δὲ τὴν φιλίαν αὐχῶν, καὶ Διόδωρος ὁ γενναῖος τῆς εὐσεβείας πρόμαχος· καὶ Ἰωάννης ὁ τοῖς ῥεύμασι τῆς διδασκαλίας μέχρι καὶ τήμερον πᾶσαν τὴν οἰκουμένην ἀρδεύων, καὶ οἱ μετ' ἐκείνους ἅπαντες, ἵνα συνελὼν εἴπω, καὶ τοῦ λόγου διαφύγω τὸ μῆκος. Συνίδωμεν τοίνυν, εἰ δίκαιον τοσούτους καὶ τοιούτους ἄνδρας διαπτύσαντας, καὶ αὐτοῦ δὲ τοῦ παναγίου καταφρονήσαντας Πνεύματος, ταῖς οἰκείαις ἐννοίαις ἀκολουθεῖν, μὴ πειθομένους τῷ καλῶς εἰρηκότι· «Λογισμοὶ ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν·» μηδὲ ἀκούοντας τοῦ μακαρίου Παύλου περί τινων λέγοντος, ὅτι «Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.» Διὸ ἡμεῖς μετὰ τοῦ μακαρίου Πέτρου βοῶμεν· «Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις.» Ἐροῦμεν δὲ καὶ πρὸς αὐτούς· «Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν μᾶλλον ἀκούειν ἢ τοῦ Θεοῦ, κρίνατε· ἡμεῖς γὰρ οὐ δυνάμεθα, ἃ εἴδομεν διὰ τοῦ Πνεύματος, καὶ ἠκούσαμεν, μὴ λαλεῖν.» Ἵνα δὲ μὴ μόνον αὐτῶν ἡμῶν φροντίζωμεν, αὐτοὺς δὲ βλαπτομένους παρίδωμεν, φέρε ζητήσωμεν, πόθεν αὐτοῖς γέγονεν ἡ τῆς βλάβης ἀφορμὴ, καὶ τὴν δυνατὴν αὐτοῖς θεραπείαν ἐκ τῶν θείων Γραφῶν προσενέγκωμεν. Ἀναγινώσκοντες, ὡς οἶμαι, τοῦτο τὸ σύγγραμμα, καὶ ὁρῶντες ἐν αὐτῷ μύρα καὶ φιλήματα, καὶ μηροὺς, καὶ κοιλίαν, καὶ ὀμφαλὸν, καὶ σιαγόνας, καὶ ὀφθαλμοὺς, καὶ κρίνα, καὶ μῆλα, καὶ νάρδον, καὶ στακτὴν, καὶ σμύρναν, καὶ ὅσα τοιαῦτα, καὶ τῆς θείας Γραφῆς ἀγνοοῦντες τὰ ἰδιώματα, οὐκ ἠθέλησαν διαδῦναι, καὶ τοῦ γράμματος ὑπερβῆναι τὸ κάλυμμα, καὶ ἐντὸς γενέσθαι τῷ πνεύματι, καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρισθῆναι·