Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.33
Not analysed yet
ἀλλὰ σαρκικῶς νενοηκότες τὰ εἰρημένα, εἰς ἐκείνην τὴν βλασφημίαν ἐξώκειλαν. Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὅτι καὶ ἐν τῇ Παλαιᾷ πολλὰ τροπικῶς ἡ θεία λέγει Γραφή· καὶ ἑτέροις ὀνόμασι κεχρημένη, ἕτερα δὲ διὰ τούτων σημαίνει. Περὶ γὰρ τοῦ Βαβυλωνίου διηγουμένη, οὔτε τὸ κύριον ὄνομα τέθεικεν, οὔτε τὸ κοινὸν τῆς φύσεως· οὔτε γὰρ Ναβουχοδονόσωρ ὠνόμασεν, οὔτε ἄνθρωπον προσηγόρευσεν· ἀλλά φησιν· «Ὁ ἀετὸς ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, ὁ πλήρης ὀνύχων· ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισε.» Καὶ οὐδεὶς πώποτε τὸν ἀετὸν, ἀετὸν ἐνόησεν, οὔτε τὸν Λίβανον, Λίβανον, οὔτε τὴν κέδρον, κέδρον· ἀλλ' ἀετὸν μὲν τὸν βασιλέα, ἐπειδὴ καὶ τὸ ζῶον βασιλικόν· μεγαλοπτέρυγον δὲ, διὰ τὸ πλάτος τῆς βασιλείας· πλήρη δὲ ὀνύχων, διὰ τὸ πλῆθος τῆς στρατιᾶς. Ἥγημα δὲ αὐτὸν ἔχειν ἔφησε, διὰ τὸ θείῳ νεύματι ἀγόμενον πεποιηκέναι ἃ πεποίηκε. Λίβανον δὲ τὴν Ἱερουσαλὴμ προσηγόρευσε, διὰ τὸ δασὺ καὶ πυκνὸν τῶν πνευματικῶν χαρισμάτων. Ἁπαλὰ δὲ τῆς κέδρου, τοὺς ἁβροὺς καὶ τρυφῇ προσέχοντας, καὶ ἐν ἀξιώμασι διαπρέποντας. Καὶ ταῦτα οὕτω νοεῖν, οὐ μόνον τοῖς τῆς εὐσεβείας τροφίμοις, ἀλλὰ καὶ Ἰουδαίοις σύνηθες, τοῖς παχύτερον καὶ σαρκικώτερον τὰς θείας νοοῦσι Γραφάς. Καὶ ὁ μακάριος δὲ Ζαχαρίας· «Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου· ὀλολυζέτω πίτυς, ὅτι πέπτωκε κέδρος.» Καὶ οὔτε Λίβανον νοοῦμεν τὸν Λίβανον, οὔτε κέδρους τὰς κέδρους, οὔτε πῦρ τὸ πῦρ, οὔτε πίτυς τὰς πίτυς· ἀλλὰ πῦρ μὲν πάλιν τὸν Βαβυλώνιον, ὃν ὁ Ἐζεκιὴλ ἀετὸν προσηγόρευσε· Λίβανον δὲ, τὴν Ἱερουσαλήμ· κέδρους δὲ, τοὺς ἐπὶ πλούτῳ βριθομένους, καὶ ἐν ἀξιώμασι λαμπρυνομένους· πίτυς δὲ τοὺς τούτων ὑποδεεστέρους. Διὸ ἐπάγει· «Ὀλολυζέτω πίτυς, ὅτι πέπτωκε κέδρος,» ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν. Καὶ τί δεῖ πάντα καταλέγειν, ὅσα τροπικῶς ἡ θεία λέγει Γραφή; Τ' ἄλλα τοίνυν καταλιπόντες, φέρε δείξωμεν τὸν τῶν ὅλων Θεὸν, καὶ ἐν τῇ Παλαιᾷ, ὡς γυναικὶ τῇ τῶν Ἰουδαίων πληθύϊ διαλεγόμενον, καὶ τοιούτοις ὀνόμασι μελῶν κεχρημένον, ὁποίοις ὁ Σολομὼν περὶ ταύτης τῆς νύμφης συγγράφων ἐχρήσατο. Φησὶ τοίνυν πρὸς τὸν Ἐζεκιὴλ ὁ τῶν ὅλων Θεός· «Υἱὲ ἀνθρώπου, διαμάρτυραι τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας αὐτῆς· καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος τῇ Ἱερουσαλήμ· Ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου, ἐκ γῆς Χαναάν. Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία· καὶ ἡ γένεσίς σου, ἐν ᾗ ἡμέρᾳ ἐτέχθης, οὐκ ἐτμήθη ὁ ὀμφαλός σου, καὶ οὐκ ἔδησαν τοὺς μαστούς σου· καὶ ἐν ὕδατι οὐκ ἐλούσθης