Ancient Greek · ~11 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.36
Not analysed yet
εἰς σωτηρίαν, οὐδὲ ἁλὶ ἡλίσθης, καὶ ἐν σπαργάνοις οὐκ ἐσπαργανώθης· οὐδὲ ἐφείσατο ὁ ὀφθαλμὸς ἐπὶ σοὶ τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων τοῦ παθεῖν τι ἐπὶ σοί· καὶ ἀπεῤῥίφης ἐπὶ προσώπου τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου, ἐν ᾗ ἡμέρᾳ ἐτέχθης. Καὶ διῆλθον ἐπὶ σὲ, καὶ εἶδόν σε, πεφυρμένην ἐν τῷ αἵματί σου. Καὶ εἶπά σοι· Ἐκ τοῦ αἵματός σου ζωὴ, πληθύνου· καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε. Καὶ ἐπληθύνθης, καὶ ἐμεγαλύνθης, καὶ εἰσῆλθες εἰς πόλεις πόλεων. Οἱ μαστοί σου ἀνωρθώθησαν, καὶ ἡ θρίξ σου ἀνέτειλε. Σὺ δὲ ἦς γυμνὴ, καὶ ἀσχημονοῦσα. Καὶ διῆλθον διὰ σοῦ, καὶ εἶδόν σε· καὶ ἰδοὺ καιρός σου, καὶ καιρὸς καταλυόντων· καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σοὶ, καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου. Καὶ ὤμοσά σοι, καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Ἀδωναῒ Κύριος. Καὶ ἐγένου μοι. Καὶ ἔλουσά σε ὕδατι, καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ· καὶ ἔχρισά σε ἐν ἐλαίῳ. Καὶ ἐνέδυσά σε ποικίλα· καὶ ὑπέδησά σε ὑάκινθον, καὶ ἔζωσά σε βύσσῳ, καὶ περιέβαλόν σε τριχάπτῳ. Καὶ ἐκόσμησά σε κόσμῳ, καὶ περιέθηκα ψέλλια περὶ τὰς χεῖράς σου, καὶ κάθεμα περὶ τὸν τράχηλόν σου· καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου, καὶ τροχίσκους ἐπὶ τὰ ὦτά σου, καὶ στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλήν σου.» Καὶ μετ' ὀλίγα· «Σεμίδαλιν, καὶ μέλι, καὶ ἔλαιον ἔφαγες. Καὶ ἐγένου καλὴ σφόδρα· καὶ ἐξῆλθέ σου ὄνομα ἐν τοῖς ἔθνεσιν ἐπὶ τῷ κάλλει σου.» Καὶ μετ' ὀλίγα πάλιν· «Καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου, λέγει Ἀδωναῒ Κύριος, καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικόν· καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ, καὶ ἐπ' ἀρχὴν πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖα· καὶ ἐλυμήνω τὸ κάλλος σου, καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ, καὶ ἐπλήθυνας τὴν πορνείαν σου· καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι, τοὺς μεγαλοσάρκους· καὶ πολλαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με.» Καὶ μετ' ὀλίγα πάλιν· «Καὶ οὐκ ἐγένου ὡς πόρνη συνάγουσα τὰ μισθώματα· ἡ γυνὴ ἡ μοιχωμένη ὑπὸ τὸν ἄνδρα αὐτῆς εἰς ἀλλοτρίους, ὁμοία σοι· ἡ παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμβάνουσα μισθώματα, καὶ πᾶσι τοῖς ἐκπορνεύσασιν εἰς αὐτὴν προσδιδοῦσα μισθώματα. Πάσαις πόρναις δίδοται μισθώματα· σὺ δὲ προέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου· καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου. Καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου· καὶ μετὰ σὲ οὐ πορνεύσουσιν. Ἐν τῷ προσδιδόναι σε μισθώματα, καί σοι μισθώματα οὐκ ἐδόθη, ἐγένετο ἐν σοὶ διεστραμμένον.» Καὶ τὰ ἑξῆς τοῦ αὐτοῦ εἴδους ὑπάρχοντα. Τί ἂν εἴποιεν οἱ τοῦ ᾌσματος τῶν ᾀσμάτων βλασφημοῦντες τὸ σύγγραμμα, καὶ ἀκολάστως αὐτὸ νοεῖν τολμῶντες, τοιαῦτα καὶ ἐν τῇ Παλαιᾷ Διαθήκῃ περὶ τῆς Ἰουδαίων πληθύος εὑρίσκοντες εἰρημένα;