Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.37
Not analysed yet
Ἰδοὺ γὰρ καὶ ἐνταῦθα μαστοὺς, καὶ ὀμφαλὸν, καὶ σκέλη, καὶ χεῖρας, καὶ ῥῖνας, καὶ ὦτα, καὶ κάλλος, καὶ ἀγάπην, καὶ περίληψιν, καὶ συνάφειαν εὑρίσκομεν, καὶ πάντα ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων εἰρημένα, καὶ οὐδὲν οὕτω νοοῦμεν, ὡς ἀναγινώσκομεν, οὐδὲ τῷ ἀποκτείνοντι πειθόμεθα γράμματι· ἀλλ' ἐντὸς τούτου γενόμενοι, τὴν τοῦ Πνεύματος ἐρευνῶμεν διάνοιαν, καὶ ὑπ' αὐτοῦ φωτιζόμενοι πνευματικῶς ἐκλαμβάνομεν τὰ τοῦ Πνεύματος. Καὶ ἀκούοντες πρὸς τὴν Ἱερουσαλὴμ λέγοντος τοῦ Θεοῦ, «Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία,» οὐ φυσικὴν, ἀλλὰ γνωμικὴν νοοῦμεν συγγένειαν. Κατὰ γὰρ φύσιν, τοῦ Ἀβραὰμ ἦσαν ἀπόγονοι, ὃς ἐκ τοῦ Σὴμ κατῆγε τὸ γένος· κατὰ δὲ τὴν τοῦ τρόπου μοχθηρίαν, τῷ γένει τοῦ καταράτου συνέβαινον Χαναάν. Διὸ καὶ τὸν πατέρα Ἀμοῤῥαῖον, τὴν δὲ μητέρα εἶναι λέγει Χετταίαν· παῖδες δὲ οὗτοι τοῦ Χαναάν. Ὧν γὰρ τὴν πονηρίαν ἐμιμήσαντο, τούτων ἔλαχον τὴν συγγένειαν. Διὸ καὶ ὁ μακάριος Ἰωάννης ὁ Βαπτιστὴς τοῖς πρὸς αὐτὸν ἐξεληλυθόσιν ἔλεγε· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς, Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ.» Καὶ τοὺς τὸν Ἀβραὰμ αὐχοῦντας, γεννήματα ἐχιδνῶν προσηγόρευσεν, διὰ τὴν τῆς πονηρίας συγγένειαν. Καὶ αὐτὸς δὲ ὁ Κύριος τοῖς εἰρηκόσιν, «Ἡμεῖς Πατέρα ἔχομεν τὸν Ἀβραὰμ,» ἀπεκρίνατο λέγων· «Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ.» Καὶ δεικνὺς τὴν αἰτίαν ἐπάγει· «Καὶ τὰ ἔργα τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν.» Καὶ δηλῶν ὁποῖα, «Ἐκεῖνος, φησὶν, ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς·» οὕτως τοιγαροῦν καὶ ἐνταῦθα ὁ τῶν ὅλων ἔφη Θεός· «Ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου, ἐκ γῆς Χαναάν. Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία.» Εἶτα δεικνὺς τὴν ἐν Αἰγύπτῳ διαγωγὴν, τὴν ἀτημέλητον καὶ κηδεμονίας οὐδεμιᾶς ἠξιωμένην· «Ἐν ᾗ ἡμέρᾳ ἐτέχθης, φησὶν, οὐκ ἔδησαν τοὺς μαστούς σου.» Τροπικῶς καὶ τοὺς μαστοὺς, καὶ τοὺς δεσμοὺς προσαγορεύσας, ἐπειδὴ ἔθος ταῖς παρθένοις παιδόθεν τῶν μαστῶν ἐπιμελεῖσθαι. Διὸ καὶ διὰ Ἱερεμίου τοῦ προφήτου φησὶν ὁ Θεός· «Μὴ ἐπιλήσεται νύμφη τοῦ κόσμου αὐτῆς; ἢ παρθένος τῆς στηθοδεσμίδος αὐτῆς;» ἐπιμελοῦνται δὲ τούτων παρθένοι, τοῖς οἰκείοις νυμφίοις ἀρέσκειν βουλόμεναι. Ἐπεὶ οὖν οὐδεμιᾶς ἐπιμελείας τετύχηκε μετὰ τὸν τῆς ἐν Αἰγύπτῳ παροικίας καιρὸν ἡ Ἰουδαίων πληθὺς, οὐδὲ τῶν τῆς ἀρετῆς μορίων ἐφρόντισαν, εἰκότως φησίν· «Ἐν ᾗ ἡμέρᾳ ἐτέχθης, οὐκ ἔδησαν τοὺς μαστούς σου·» τουτέστι, τὸ θρεπτικὸν τῆς ψυχῆς μόριον, τὸ τοῦ θρεπτικοῦ γάλακτος γεννητικὸν, ἐπιμελείας οὐκ ἠξίωσαν, ὥστε εἰς καιρὸν ὀρέξαι τοῖς μετὰ ταῦτα τῆς διδασκαλίας τὰς θηλάς. Καὶ ἐπιμένων τῇ τροπῇ, «Ἐν ὕδατι, φησὶν, οὐκ ἐλούσθης·» τουτέστι, Τῆς Αἰγυπτιακῆς εἰδωλολατρείας οὐκ ἀπώσω τὸν ῥύπον· ἀλλὰ