Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.40
Not analysed yet
καὶ οἱονεὶ τεχθεῖσα τῷ τῆς δουλείας ἐκείνης ἐξελθεῖν, ἔτι φέρεις τὰ τοῦ τόκου σημεῖα, μὴ ἀπολουσαμένη, ἀλλὰ τὸν μητρῷον περικειμένη ῥύπον. Ἀκολούθως τούτοις ἐπάγει· «Οὐδὲ ἁλὶ ἡλίσθης,» ὅπερ ἔθος ταῖς μαίαις προσφέρειν τοῖς βρέφεσι. Καὶ τοῦτο δὲ κατὰ τοὺς τῆς ἀλληγορίας νόμους νοήσομεν· ἅλας εἰδότες τὴν πνευματικὴν σύνεσιν, καὶ τὴν θείαν διδασκαλίαν, τὴν διαστύφουσαν τὰ σεσηπότα, καὶ σῶα φυλάττουσαν. Διὸ καὶ ὁ Κύριος ἔλεγε τοῖς μαθηταῖς· «Ἔχετε ἅλας·» καὶ πάλιν, «Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς.» Καὶ ἐν τῇ Παλαιᾷ δὲ εὑρίσκομεν οὐδεμίαν θυσίαν ἄνευ ἁλῶν προσφερομένην. Οὕτως νοοῦμεν τὸ, «Οὐκ ἐτμήθη ὁ ὀμφαλός σου.» Ἐπειδὴ γὰρ οἷόν τις ῥίζα τοῦ ἐμβρύου, κατὰ τοὺς τὰ τοιαῦτα δεινοὺς, ὁ ὀμφαλὸς ὑπάρχει (δι' αὐτοῦ γὰρ ὡς διά τινος ῥίζης ἀρύεται τὴν τροφὴν, καὶ αὔξεται, καὶ τελειοῦται)· εἰκότως ἐνταῦθα τὴν Ἱερουσαλὴμ ἔφη μὴ τετμῆσθαι· ὡς ἐξ Αἰγύπτου μὲν τεχθεῖσαν, ἔτι δὲ καὶ τὴν Αἰγυπτιακὴν εἰδωλολατρείαν ἀρυομένην, καὶ ἐκ τῆς μητρῴας, νηδύος τὴν πονηρὰν ἐκείνην ἕλκουσαν τροφήν. «Καὶ διῆλθον ἐπὶ σὲ, φησὶν, καὶ εἶδόν σε πεφυρμένην ἐν τῷ αἵματί σου.» Σημαίνει δὲ τὰς τοῖς εἰδώλοις προσφερομένας θυσίας. «Καὶ εἶπά σοι· Ἐκ τοῦ αἵματός σου ζωὴ, πληθύνου.» Ἐπειδὴ συνεχώρησε μὲν αὐτοῖς θύειν· αὐτῷ δὲ θύειν ἐνομοθέτησεν, οὐκ αὐτὸς θυσίας δεόμενος, ἀλλὰ τῇ ἐκείνων ἀσθενείᾳ συγκαταβαίνων, Χαίρεις, φησὶ, θυσίαις καὶ αἵμασι; μὴ τοῖς δαίμοσι θύε· ἀλλ' ἐμοὶ πρόσφερε τὰς θυσίας. Ἀνέχομαι γὰρ, μὴ δεόμενος τῶν θυμάτων, σοὶ πανταχόθεν πραγματευόμενος σωτηρίαν. Διὰ τοῦτό φησιν· «Ἐκ τοῦ αἵματός σου ζωὴ, πληθύνου.» Οὕτω νοήσωμεν τὸ, «Οἱ μαστοί σου ἀνωρθώθησαν·» ἀντὶ τοῦ, Καθειμένοι πρότερον διὰ τὴν πολλὴν ἀκολασίαν καὶ ἀκρασίαν, καὶ τὴν περὶ τὰ εἴδωλα μανίαν, ἐπιμελείας παρ' ἐμοῦ τυχόντες ἀνωρθώθησαν, καὶ οἱονεὶ παρθένων ἐγένοντο. Δηλοῖ δὲ τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν, καὶ τὴν ἐπὶ τὰ ἄνω ὁρμὴν, καὶ τῆς ἐγκρατείας τὴν κτῆσιν. «Καὶ ἡ θρίξ σου, φησὶν, ἀνέτειλε·» τουτέστι κόσμου παντὸς ἐστερημένη, ἐξαίφνης ἔσχηκας τρίχας κοσμῆσαι δυναμένας. «Σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα·» οὐδέπω γὰρ οὔτε νόμος ἐδέδοτο, οὔτε σκηνὴ κατεσκεύαστο, οὔτε τὰ νυμφικὰ ἕδνα προσενήνεκτο. Διὸ ἐπάγει· «Καὶ διῆλθον διὰ σοῦ, καὶ εἶδόν σε· καὶ ἰδοὺ καιρός σου, καὶ καιρὸς καταλυόντων·» ἀντὶ τοῦ, Ὡραία ἐγένου γάμου, καὶ ἐπιτηδεία πρὸς συνάφειαν. «Διὸ διεπέτασα πτέρυγάς μου ἐπὶ σέ· καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου.» Σημαίνει δὲ διὰ τῶν πτερύγων τὰ ποικίλα χαρίσματα· τὴν ἱερωσύνην, τὴν προφητείαν, τὴν δημαγωγίαν, τὴν βασιλείαν, τὰ θαύματα, τὰς ἀῤῥήτους ἐκείνας δωρεάς. «Καὶ ὤμοσά σοι.» Τοῦτο σαφῶς ἔστιν εὑρεῖν ἐν τοῖς τοῦ μεγάλου Μωσέως συγγράμμασιν. «Ἀρῶ γὰρ, φησὶν, εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου· καὶ ἐρῶ· Ζῶ