Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.41
Not analysed yet
ἐγὼ εἰς τὸν αἰῶνα.» Καὶ πάλιν· «Ἀλλ' ἢ ζῶ ἐγὼ, καὶ ζῇ τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν.» Διὸ τῶν γεγενημένων αὐτῇ ὅρκων ἀναμιμνήσκει, καί φησιν· «Ὤμοσά σοι, καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Ἀδωναῒ Κύριος.» Ἔννομον, φησὶ, γέγονε τὸ συνοικέσιον, καὶ συνθῆκαι μεταξὺ ἡμῶν γεγένηνται· καὶ προικῷα γραμματεῖα παρηκολούθησαν, αἱρέσεις ἐννόμους ἔχοντα, σημαινούσας ὡς εἰ παραβαίης τὰς κειμένας συνθήκας, καὶ τῆς οἰκίας ἐκβληθήσῃ, καὶ τῶν ἕδνων ἀποστερηθήσῃ, καὶ ἀπελεύσῃ γυμνὴ, ὥσπερ εἰσελήλυθας. Σὺ γὰρ οὐδὲ τῷ γάμῳ προσενήνοχας. Ἐγὼ δὲ καὶ ἐῤῥυπωμένην ἐξεκάθηρα, ἁλὸς ἐστερημένην διήρτυσα, καὶ γυμνὴν οὖσαν ἠμφίασα, καὶ ἀκόλαστον οὖσαν ὀρθοὺς ἔχειν πεποίηκα τοὺς μαστούς. Διὸ ἐπάγει· «Καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Ἀδωναῒ Κύριος· καὶ ἐγένου μοι, καὶ ἔλουσά σε ὕδατι, καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ, καὶ ἔχρισά σε ἐν ἐλαίῳ, καὶ ἐνέδυσά σε ποικίλα· καὶ ὑπέδυσά σε ὑάκινθον, καὶ ἔζωσά σε βύσσῳ,» καὶ τὰ ἑξῆς. Καὶ τοῦτο δὲ ἔστι μαθεῖν ἀκριβῶς ἐκ τῶν τοῦ θειωτάτου Μωσέως συγγραμμάτων. Ἐκεῖνος γὰρ τὸν ἱερατικὸν κατασκευάζει κόσμον, καὶ τὸ ἅγιον ἔλαιον τῆς χρίσεως, ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων διδαχθεὶς τῆς κατασκευῆς τὸν τρόπον. Οὕτω νοήσωμεν τὰ ψέλλια τῶν χειρῶν, καὶ τὸ κάθεμα τοῦ τραχήλου, καὶ τὸ ἐνώτιον τοῦ μυκτῆρος, καὶ τοὺς τροχίσκους τῶν ὤτων, καὶ τὸν στέφανον τῆς καυχήσεως ἐπὶ τῆς κεφαλῆς κείμενον. Ψέλλια γὰρ χειρῶν τὴν πρακτικὴν ἀρετὴν ὀνομάζει· τροχίσκους δὲ ὤτων τὴν τῶν θείων λογίων ἀκρόασιν, ὧν ἔχεσθαι δεῖ καθάπερ ἡ ἀκοὴ τοῦ τροχίσκου· κάθεμα δὲ τοῦ τραχήλου τὸν τῆς συνέσεως κόσμον ἐν τῷ ἡγεμονικῷ λάμποντα, ὃ τῇ καρδίᾳ ἐπαναπαύεται, τῇ τοῦ τραχήλου ἐξηρτημένῃ· ἐνώτιον δὲ ἐν μυκτῆρι κείμενον, τῶν θείων νόμων τὸν χαλινόν· ἐκ μεταφορᾶς τῶν ταύρων, τῶν οὕτως ὑπὸ τῶν βοηλατῶν ἀγομένων. Καὶ γὰρ διὰ Ὠσηὲ τοῦ προφήτου τοιαῦτα πάλιν φησὶν ὁ Θεός· «Ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἐφραΐμ.» Καὶ πάλιν, «Ἤκουσα, φησὶν, Ἐφραῒμ ὀδυρομένου· Ἐπαίδευσάς με, Κύριε, καὶ οὐκ ἐπαιδεύθην· ὥσπερ μόσχος οὐκ ἐδιδάχθην.» Διὸ ἀναγκαίως τοῦ τοιούτου χαλινοῦ ἐδεήθη, ἵνα τῆς ἀτάκτου φορᾶς διὰ τούτου κωλύηται. Οὕτω νοήσωμεν καὶ πορνικὸν οἴκημα. Τοὺς γὰρ τῶν εἰδώλων οἴκους διὰ τούτων ἐσήμανε. Πορνικὸν δὲ αὐτὸ προσηγόρευσεν οἴκημα· ἐπειδὴ οἷον τῷ Θεῷ συνημμένη, καὶ τοῦτον ἄνδρα ὀνομάζουσα, τῶν πονηρῶν ἠράσθη δαιμόνων, καὶ τούτοις ἐδείματο ναοὺς, καὶ τὰ ὑπὸ τοῦ Θεοῦ χορηγούμενα αὐτῇ δῶρα τούτοις προσέφερε. Διὰ τοῦτο ἐπήγαγε· «Καὶ ἐπ' ἀρχὴν πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου, καὶ ἐλυμήνω τὸ κάλλος σου, καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ,» τὴν τῆς ἀκολασίας ὑπερβολὴν διὰ τούτου παραδηλῶν. Οὐ γὰρ τοῖς συνήθεσι μόνοις ἐγένου· ἀλλὰ πάντας τοὺς παριόντας ἐφελκομένη