Ancient Greek · ~11 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.44
Not analysed yet
ἀκολάστως ἐμίγνυσο· μίξιν δὲ πάλιν ἐνταῦθα τροπικῶς τὴν τῶν εἰδώλων θεραπείαν ὀνομάζει. Δεῖ δὲ ἐπιτηρῆσαι, ὁποίοις ὀνόμασιν ὁ τῶν ὅλων Θεὸς ἐχρήσατο, τὴν τῆς εἰδωλολατρείας ἀμετρίαν σημᾶναι βουλόμενος. «Διήγαγες γὰρ τὰ σκέλη σου παντὶ παρόδῳ, καὶ ἐπλήθυνας τὴν πορνείαν σου. Καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι, τοὺς μεγαλοσάρκους.» Πάλιν ἐνταῦθα τῆς εἰδωλολατρείας τὸ μέγεθος, καὶ ἀσεβείας τὴν ὑπερβολὴν τοιούτοις ὀνόμασι παρεδήλωσεν· «Καὶ οὐκ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα· ἡ γυνὴ ἡ μοιχωμένη ὁμοία σοι, ἣ παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμβάνουσα μισθώματα, πᾶσι τοῖς ἐκπορνεύσασιν αὐτὴν προεδίδου μισθώματα· καὶ σὺ δέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου, καὶ ἐφόρτιζες αὐτοὺς, τοῦ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου, καὶ ἐγένετο ἐν σοὶ διεστραμμένα παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου.» Καὶ διὰ τούτων πάλιν ἐσήμανεν, ὅτι παρὰ τοῦ Θεοῦ λαμβάνοντες, καὶ σῖτον, καὶ οἶνον, καὶ ἔλαιον, καὶ πρόβατα, καὶ βόας, καὶ μόσχους, τοῖς εἰδώλοις τὰς θυσίας προσέφερον· τὸν μὲν Θεὸν ἀτιμάζοντες, οὗ ταῦτα τὰ δῶρα ἐτύγχανον· τοῖς δὲ μηδὲν πώποτε παρεσχηκόσιν, ὀλέθρου δὲ μόνον προξένοις, ταῦτα προσφέροντες· καὶ μισθὸν τοῖς μοιχοῖς ὀρέγοντες, μισθὸν δὲ παρ' αὐτῶν οὐ λαμβάνοντες. Τούτοις ὅμοια καὶ τὰ παρὰ τῷ προφήτῃ Ἱερεμίᾳ· «Νῦν μὲν γὰρ, φησὶ, ἐμοίχευσας τὸ ξύλον, καὶ τὸν λίθον. Ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν, καὶ ἰδὲ ποῦ οὐκ ἐξεφύρθης. Νῦν δὲ ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας προσδοκῶσα αὐτοὺς, ὡσεὶ κορώνη ἐν ἐρήμῳ μόνη, καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου.» Καὶ ὁ μακάριος δὲ Ἡσαΐας, «Πῶς ἐγένετο, φησὶ, πόρνη πόλις πιστὴ Σιὼν, ἡ πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί.» Καὶ αὖθις· «Ποῖον, φησὶ, τὸ βιβλίον τοῦτο τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν; ἢ τίνι ὑπόχρεως ὢν πέπρακα ὑμᾶς; Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν.» Καὶ τί δεῖ πάντα λέγειν τὰ διὰ τῶν προφητῶν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων λεγόμενα; ἀπόχρη γὰρ καὶ τὰ εἰρημένα διδάξαι ἡμᾶς, ὅπως δεῖ νοεῖν τὰς θείας Γραφὰς, μὴ τῷ γράμματι μόνον προσέχοντας, ἀλλὰ καὶ τὴν τούτου διάνοιαν ἀναπτύσσοντας. Ἐκ τῆς παλαιᾶς τοίνυν νύμφης ἐπὶ τὴν νέαν ποδηγηθέντες, οὕτω νοήσωμεν τὸ τοῦ ᾌσματος τῶν ᾀσμάτων βιβλίον, καὶ τὰς διεψευσμένας καὶ βλαβερὰς ἐκείνας δόξας καταλιπόντες, τοῖς ἁγίοις Πατράσιν ἀκολουθήσωμεν, καὶ νοήσωμεν μίαν νύμφην ἑνὶ νυμφίῳ διαλεγομένην, καὶ μάθωμεν παρὰ τῶν ἁγίων ἀποστόλων, τίς τε ὁ νυμφίος, καὶ τίς ἡ νύμφη. Διδάσκει γὰρ ἡμᾶς καὶ ὁ θειότατος Παῦλος, οὕτως γράφων· «Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.» Καὶ τὴν μὲν νύμφην ἐκ πολλῶν λέγει συγκεκροτημένην. Ἡρμοσάμην γὰρ, λέγει, ὑμᾶς, οὐ σὲ, ὡς εἶναι δηλονότι τὰς εὐσεβεῖς καὶ τελείας ἐν ἀρετῇ ψυχάς. Νύμφην γὰρ οἶδεν ὁ θεῖος λόγος τὴν Ἐκκλησίαν· νυμφίον δὲ τὸν Χριστὸν ὀνομάζει. Καὶ ὁ μέγας δὲ Ἰωάννης, ὁ δείξας