Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.45
Not analysed yet
τοῦ νόμου τὸ τέλος, καὶ τῆς χάριτος τὴν ἀρχὴν, ὁ μέσος τοῦ παιδαγωγοῦ καὶ τοῦ σοφοῦ διδασκάλου, ἐφ' οὗ ἡ σκιὰ τὸ σῶμα ἐδέξατο, «Ὁ ἔχων, φησὶ, τὴν νύμφην νυμφίος ἐστὶν, ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ τῶν λόγων, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου.» Καὶ αὐτὸς δὲ ὁ Κύριος νυμφίον ἑαυτὸν ὀνομάζει. Τῶν γὰρ Φαρισαίων αἰτιασαμένων τοὺς ἱεροὺς ἀποστόλους, ὡς μὴ νηστεύοντας, ἐπήγαγε λέγων· «Οὐ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν ἐν ὅσῳ μετ' αὐτῶν ἐστιν ὁ νυμφίος. Ἐλεύσονται δὲ ἡμέραι, ὅταν ἀρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.» Οὐκοῦν νοήσωμεν νύμφην μὲν τὴν Ἐκκλησίαν, νυμφίον δὲ τὸν Χριστόν· νεάνιδας δὲ τὰς τῇ νύμφῃ ἑπομένας, εὐσεβεῖς μὲν ψυχὰς καὶ νεανικὰς, οὐδέπω δὲ τῆς νύμφης τὴν ἀρετὴν μιμησαμένας καὶ τῆς τελειότητος ἠξιωμένας. Διὸ ἕπονται μὲν τῇ νύμφῃ, νύμφαι δὲ οὐ προσαγορεύονται. Ἔχει δὲ τὸ σύγγραμμα καὶ ἑτέρους τινὰς τῷ νυμφίῳ συνόντας· οὓς εἴτε ἀγγέλους εἴποι τις τῷ Δεσποτικῷ προστάγματι διακονοῦντας, καὶ τὴν νύμφην διακοσμοῦντας, εἴτε προφήτας πόῤῥωθεν ταῦτα προκηρύττοντας, εἴτε ἀποστόλους ἀγγελικῶς καὶ αὐτοὺς τοῖς Δεσποτικοῖς νεύμασιν ὑπηρετοῦντας, τοῦ τῆς ἀληθείας οὐχ ἁμαρτήσεται σκοποῦ. Ἐμοὶ δὲ δοκεῖ μᾶλλον ἀγγέλους εἶναι. Ἐπειδὴ τὰς τετελειωμένας ἐν ἀρετῇ ψυχὰς αὐτὴν νοεῖν τὴν νύμφην τὰ θεῖα ἡμᾶς ἐδίδαξε λόγια· οὐδὲν δὲ ἀποστόλων καὶ προφητῶν τελειότερον, πλὴν ἀγγέλων· διὸ μᾶλλον ἐμοὶ δοκεῖ ἀγγέλους εἶναι τοὺς τῷ νυμφίῳ διακονοῦντας, καὶ τὴν νύμφην θεραπεύειν ἐσπουδακότας. Εὑρίσκομεν γὰρ καὶ εὐθὺς τοῦ νυμφίου τεχθέντος χορὸν ἀγγελικὸν γαννύμενον, καὶ εὐφραινόμενον, καὶ ὑμνοῦντα, καὶ βοῶντα· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ τῆς γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Καὶ αὐτῇ δὲ τῇ συλλήψει Γαβριὴλ ὁ ἀρχάγγελος διηκόνησε· καὶ τῷ Ἰωσὴφ ἄγγελος, καὶ τὴν εἰς Αἴγυπτον φυγὴν, καὶ τὴν ἐκεῖθεν ἐπάνοδον προστεταχὼς φαίνεται· καὶ μετὰ τοὺς κατὰ τοῦ διαβόλου ἀγῶνας, ἄγγελοι προσελθόντες διηκόνησαν τῷ ὑπὲρ τῆς ἡμετέρας ἀσθενείας ἀγωνισαμένῳ, καὶ τὸν ἀνταγωνιστὴν καταλύσαντι, εὐφημοῦντες, ἀνυμνοῦντες, περιέποντες. Καὶ ἐν τῷ καιρῷ δὲ τοῦ πάθους, ἄγγελοι παρῆσαν τὸ ἀνθρώπινον ὑπερείδοντες. Καὶ τῷ τάφῳ ἄγγελοι προσεδρεύοντες ἐκήρυττον αὐτοῦ τὴν ἀνάστασιν· καὶ ἡνίκα εἰς τοὺς οὐρανοὺς ἀνελήφθη, ἄγγελοι τοῖς ἀποστόλοις ἔλεγον· «Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται πάλιν.» Διό μοι δοκεῖ τὰ σὺν τῷ νυμφίῳ τάγματα ἀγγέλων εἶναι τοῖς τοῦ νυμφίου νεύμασιν ὑπηρετούντων, καὶ τὴν νύμφην πάσης κηδεμονίας ἀξιούντων. Καὶ τοῦτο δὲ προειπεῖν ἀναγκαῖον, ὡς τρία τοῦ Σολομῶντος ἐδιδάχθημεν εἶναι συγγράμματα, τὰς Παροιμίας, καὶ τὸν Ἐκκλησιαστὴν, καὶ