Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.48
Not analysed yet
τὸ ᾎσμα τῶν ᾀσμάτων· καὶ αἱ μὲν Παροιμίαι τὴν ἠθικὴν ὠφέλειαν τοῖς βουλομένοις προσφέρουσιν· ὁ δὲ Ἐκκλησιαστὴς, τῶν ὁρωμένων ἑρμηνεύει τὴν φύσιν, καὶ τοῦ παρόντος βίου τὸ μάταιον ἐκδιδάσκει, ἵνα μαθόντες αὐτῶν τὸ ἐπίκηρον, ὡς παριόντων καταφρονήσωμεν, καὶ τῶν μελλόντων ὡς μενόντων ἐπιθυμήσωμεν. Τὸ δὲ ᾎσμα τῶν ᾀσμάτων, τὴν μυστικὴν συνάφειαν τῆς νύμφης καὶ τοῦ νυμφίου διδάσκει· ὡς εἶναι τὴν πᾶσαν τοῦ Σολομῶντος πραγματείαν κλίμακά τινα, τρεῖς ἔχουσαν τοὺς βαθμοὺς, τὸν ἠθικὸν, τὸν φυσιολογικὸν, τὸν μυστικόν. Δεῖ γὰρ τὸν εὐθὺς προσιόντα τῇ εὐσεβείᾳ καθαρθῆναι πρότερον διὰ τῆς ἀγαθῆς πράξεως τὴν διάνοιαν· εἶθ' οὕτως κατοπτεῦσαι τῶν παριόντων τὸ μάταιον, καὶ τῶν δοκούντων τερπνῶν τὸ ἐπίκηρον· καὶ ἐντεῦθεν λοιπὸν ἀναπτῆναι, καὶ τὸν νυμφίον ποθῆσαι, τὸν τὰ αἰώνια ἐπαγγειλάμενον ἀγαθά. Διὰ τοῦτο καὶ τρίτον τέτακται τὸ βιβλίον τοῦτο· ἵνα ὁδῷ τις βαδίζων ἐπὶ τὸ τέλειον ἔλθοι. Ἡγοῦμαι δὲ τὸν σοφὸν Σολομῶντα ὑπὸ τοῦ πατρὸς, ἅτε δὴ προφήτου καὶ μεγάλου προφήτου, δεδιδαγμένον ταῦτα συγγεγραφέναι. Ἤκουσε γὰρ αὐτοῦ πάντως ᾄδοντος· «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.» Καὶ πάλιν· «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι Κύριός σου.» Ἀμέλει τοῖς μειρακίοις, καὶ τοῖς ἀτελέσιν ἔτι τὴν ἡλικίαν, οὐκ ἐπιτρέπουσιν αὐτοῦ τὴν ἀνάγνωσιν· μόνοις δὲ τοῖς εἰς ἄνδρας τελοῦσιν, καὶ συνιέναι δυναμένοις τὰ κεκρυμμένα, καὶ πνευματικῶς νοῆσαι τὰ γεγραμμένα, ἀναγινώσκειν κελεύουσιν. Οὐκοῦν παυσάμενοι τοῦ ζυγομαχεῖν, εἴτε προφητικῶς συγγέγραπται τὸ βιβλίον, εἴτε μεμαθηκὼς παρὰ τοῦ πατρὸς, ἃ ἐδιδάχθη διδάσκει, τῆς ἑρμηνείας ἁψώμεθα· τοσοῦτον τοὺς ἐντευξομένους παρακαλέσαντες, μὴ κλοπὴν ἡμῶν κατηγορεῖν, εἴ τι τοῖς πατράσιν εἰρημένον ἐν ταῖς ἡμετέραις εὕροιεν ἑρμηνείαις. Ὁμολογοῦμεν γὰρ καὶ ἡμεῖς παρ' ἐκείνων τὰς ἀφορμὰς εὑρηκέναι τῆς σαφηνείας· ἔστι δὲ τὸ τοιοῦτον οὐ κλοπὴ, ἀλλὰ κληρονομία πατρῴα. Καὶ τὰ μὲν παρ' ἐκείνων εἰληφότες τίθεμεν, τὰ δὲ αὐτοὶ ἐπεξευρόντες προστίθεμεν. Καὶ τὰ μὲν, ὡς διὰ πλάτους εἰρημένα τισὶν, συντέμνομεν· τὰ δὲ ἐπεξεργασίας δεόμενα διευρύνομεν. Καὶ ὅλως ἀνεδεξάμεθα πόνον, οὐκ ἄχρηστον οἶμαι τοῖς ἐντευξομένοις ἐσόμενον. Διὸ τοὺς ἀπόνως τοὺς ἡμετέρους καρπουμένους πόνους παρακαλοῦμεν, εὐχὰς ἡμῖν ἀντιδοῦναι τῶν πόνων. Εἰ δὲ οὐκ ἀκριβὴς ἡ ἑρμηνεία φανείη, τὸν γοῦν πόνον ἀπόδεξαι, καὶ τὰ λείποντα δίδαξον.