Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.49
Not analysed yet
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ᾼΣΜΑ ΤΩΝ ᾼΣΜΑΤΩΝ. Ἐπειδὴ τῇ θείᾳ θαῤῥήσαντες χάριτι τῆς ἑρμηνείας τοῦ βιβλίου τούτου κατεθαῤῥήσαμεν, φέρε πρῶτον ἁπάντων αὐτὴν τοῦ βιβλίου τὴν προγραφὴν ἐξετάσαντες εὐκρινῆ καταστήσωμεν. ᾎσμα ᾀσμάτων, ὃ ᾔσθη τῷ Σολομῶντι. Σκοπήσωμεν τί δήποτε οὐκ ᾎσμα, ἀλλ' «ᾎσμα ᾀσμάτων» αὐτὸ προσηγόρευσεν ὁ σοφὸς Σολομών. Ὅτι γὰρ οὐδὲν εἰκῆ καὶ μάτην ὑπὸ τοῦ θείου Πνεύματος ἐνεργούμενον λέγεται, δῆλον τοῖς σώφρονι λογισμῷ καὶ εὐσεβεῖ κεχρημένοις καθέστηκε. Τούτου δὲ οὕτως ἔχοντος, σκοπητέον τίνος ἕνεκεν «ᾎσμα ᾀσμάτων,» ἀλλ' οὐκ ᾎσμα, τοῦτο καλεῖται τὸ σύγγραμμα. Πολλὰ μὲν οὖν ᾄσματα, καὶ ψαλμοὺς, καὶ ὕμνους, καὶ ᾠδὰς, παρά τε τῷ μακαρίῳ Δαβὶδ, καὶ παρὰ τοῖς πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν προφήταις εὑρίσκομεν εἰρημένα καὶ συγγεγραμμένα· καὶ Μωσῆς μὲν ὁ μέγας ᾖσε πρώτην μὲν ᾠδὴν τὴν ἐπινίκιον, ἡνίκα ἡ θάλασσα διαιρεθεῖσα, αὐτοῖς μὲν τοῖς Ἰσραηλίταις ὁδὸς ἐγένετο, τοῖς δὲ Αἰγυπτίοις τάφος· δευτέραν δὲ ᾠδὴν ᾖσεν εὐχαριστήριον τὴν ἐπὶ τῷ φρέατι· τρίτην δὲ, ἐν ᾗ τὰς θείας διηγήσατο δωρεὰς, καὶ τῆς ἀγνώμονος γνώμης τοῦ λαοῦ κατηγόρησεν. Καὶ ὁ μακάριος δὲ Δαβὶδ τοὺς μὲν ἐπινικίους ᾖσεν ὕμνους, τοὺς δὲ ἐπιληνίους· καὶ τοὺς μὲν ὀρθρίους, τοὺς δὲ ἑσπερίους. Ὁ δὲ σοφὸς Σολομὼν οὐκ ἐπινίκιον, οὐδὲ ὄρθριον, ἀλλ' ἐπιθαλάμιον ᾆσμα συγγράφει. Τὰ μὲν γὰρ ἐπινίκια ᾄσματα δηλοῖ τῶν πολεμίων κατάλυσιν καὶ τῶν αἰχμαλώτων λύσιν, ὡς τὸ, «Ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Σχολάσατε, καὶ γνῶτε ὅτι ἐγώ εἰμι Θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.» Σημαίνει γὰρ, ὅτι τῶν πολεμίων τὴν πανοπλίαν συντρίψας, καὶ τοὺς ὑπ' ἐκείνους πάλαι τελοῦντας αἰχμαλώτους ἐλευθερώσας,