Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.52
Not analysed yet
ὑφ' ἑαυτὸν ἐποιήσατο, καὶ τὴν τῶν πάντων ἑκόντων ἀνεδήσατο βασιλείαν. Διό φησιν· «Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.» Τοιοῦτόν ἐστι καὶ τὸ, «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.» Καὶ πάλιν· «Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε.» Καὶ αὖθις· «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης, Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ.» Ἐν μὲν οὖν τούτοις τοῖς ᾄσμασι τὴν νίκην τοῦ βασιλέως οἱ προφῆται διεξίασι, καὶ ἐπὶ τῇ τῶν αἰχμαλώτων αὐτὸν ὑμνοῦσιν ἐλευθερίᾳ. Τὸ δὲ ᾎσμα τῶν ᾀσμάτων τὸν γάμον αὐτοῦ διαγράφει, καὶ τὸν περὶ τὴν νύμφην ἔρωτα διαγράφεται. «Νύμφην» δὲ προσαγορεύει τοὺς ἐν ἐκείνοις τοῖς ᾄσμασι τῆς αἰχμαλωσίας ἀπαλλαγέντας, καὶ τῆς ἐλευθερίας τετυχηκότας, καὶ προσοικειωθέντας τῷ βασιλεῖ, καὶ ἄληστον τῶν εὐεργεσιῶν τὴν μνήμην ἐσχηκότας, καὶ πολλὴν περὶ αὐτὸν εὔνοιαν καὶ στοργὴν ἐπιδεικνυμένους, καὶ διηνεκῶς αὐτῷ ἑπομένους· εἶτα, τῶν ἄνω δυνάμεων πυνθανομένων, «Τίς ἐστιν ὁ βασιλεὺς δόξης;» συνεῖναι ἱμειρομένους, καὶ οὐδὲ πρὸς βραχὺ μόριον ἡμέρας χωρισθῆναι τοῦ σεσωκότος ἀνεχομένους. Τούτου χάριν ᾎσμα τῶν ᾀσμάτων καλεῖται τοῦτο τὸ βιβλίον, σημαίνοντος τοῦ λόγου, ὡς ἐκεῖνα τὰ ᾄσματα διὰ τοῦτο τὸ ᾆσμα γεγένηται, κἀκεῖνα πρὸς τοῦτο ἄγει. «Τοῦτο γάρ ἐστι τὸ κεφάλαιον τῶν ἀγαθῶν, καὶ θείας φιλανθρωπίας ὁ κολοφὼν, ἡ ἄῤῥητος ἀγαθότης, ὁ ἀμέτρητος ἔλεος, ὁ ἀστάθμητος οἶκτος, ἡ ἄφραστος ἀγάπη, τὸ ἀνέχεσθαι τὸν ποιητὴν, καὶ πλάστην, καὶ δημιουργὸν, καὶ Κύριον, καὶ Θεὸν, καὶ Δεσπότην, καὶ ἀεὶ ὡσαύτως ἔχοντα, τὸ πήλινον τοῦτο ζῶον, καὶ παθητὸν, καὶ φθαρτὸν, καὶ ἀγνῶμον, καὶ ἄχρηστον, μὴ μόνον ἀπαλλάξαι θανάτου, καὶ διαβολικῆς τυραννίδος, ἀλλὰ καὶ ἐλευθερίαν δωρήσασθαι, καὶ μὴ μόνον ἐλευθέρους ἀποφῆναι, ἀλλὰ καὶ υἱοὺς καταστῆσαι· καὶ μὴ μόνον τῆς υἱοθεσίας δωρήσασθαι χάρισμα, ἀλλὰ καὶ νύμφην προσαγορεῦσαί τε καὶ ποιῆσαι, καὶ νυμφίῳ παραπλησίως συναρμοσθῆναι αὐτῇ, καὶ ἕδνα μυρία προσενεγκεῖν, καὶ νυμφῶνα καὶ θάλαμον προευτρεπίσαι· καὶ γυμνὴν οὖσαν ἀμφιάσαι, καὶ γενέσθαι αὐτῇ περιβόλαιον, καὶ τροφὴν, καὶ πόμα, καὶ ὁδὸν, καὶ θυρεὸν, καὶ ζωὴν, καὶ φῶς, καὶ ἀνάστασιν. Ἀλλὰ γὰρ φιλονεικῶ ψάμμον ἀριθμεῖν, ἢ ὑετοῦ σταγόνας, ἢ τὴν θάλασσαν κυάθῳ μετρεῖν, τῆς θείας φιλανθρωπίας ἐφικέσθαι λόγῳ τολμῶν. Διὰ τοῦτο τοίνυν ᾎσμα τῶν ᾀσμάτων προσαγορεύεται τὸ βιβλίον, ὡς τὰ μείζω τοῦ Θεοῦ ἀγαθότητος εἴδη διδάσκον