Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.53
Not analysed yet
ἡμᾶς, καὶ τὰ ἐνδότατα, καὶ ἄδυτα, καὶ ἁγίων ἅγια τῆς θείας ἡμῖν φιλανθρωπίας ἀποκαλύπτον μυστήρια. ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ. Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Ταῦτα ἡ νύμφη λέγει προσευχομένη τῷ τοῦ νυμφίου Πατρί. Ἤκουσε γὰρ καὶ τῶν τῷ Ἀβραὰμ τῷ πατριάρχῃ δοθεισῶν ὑποσχέσεων, καὶ τῶν τοῦ Ἰακὼβ ἐν εὐλογίαις προῤῥήσεων. Ἤκουσε καὶ τοῦ μεγάλου Μωσέως περὶ αὐτοῦ προθεσπίσαντος· ἤκουσε καὶ τῶν Ψαλμῶν τὸ κάλλος αὐτοῦ καὶ δύναμιν διηγουμένων· «Ὡραῖος γὰρ, φησὶ, κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου, καὶ τῷ κάλλει σου ἔντεινε, καὶ κατευοδοῦ, καὶ βασίλευε· ἕνεκεν ἀληθείας, καὶ πραότητος, καὶ δικαιοσύνης.» Ἐδιδάχθη, ὅτι καὶ Θεός ἐστι, καὶ Υἱὸς προαιώνιος οὗτος αὐτὸς ὡραῖος, καὶ εὐπρεπής. «Ὁ θρόνος γάρ σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.» Καὶ Ἡσαΐας δὲ βοᾷ· «Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; οὗτος ὡραῖος ἐν στολῇ μετὰ ἰσχύος.» Διδαχθεῖσα τοίνυν τοῦ νυμφίου τὸ κάλλος, τὴν ῥώμην, τὸν πλοῦτον, τὴν βασιλείαν, τὸ κράτος ὃ κατὰ πάντων ἔχει, τὸ ἀΐδιον, τὸ ἀνώλεθρον, τὸ ἀτελεύτητον, ἱμείρεται ἰδεῖν τε αὐτὸν, καὶ περιπτύξασθαι, καὶ τὰ πνευματικὰ αὐτῷ ἀποδοῦναι φιλήματα. Ἀλλὰ μηδεὶς τῶν χαμαιζήλων καὶ περιγείων ἀπὸ τῆς τῶν φιλημάτων προσηγορίας πληττέσθω· σκοπείτω δὲ ὡς καὶ, ἐν τῷ μυστικῷ καιρῷ, τοῦ νυμφίου τὰ μέλη δεχόμενοι, καταφιλοῦμέν τε καὶ περιπτυσσόμεθα, καὶ τοῖς ὀφθαλμοῖς ἐπιτίθεμεν τῇ καρδίᾳ, καὶ οἱονεὶ περίληψίν τινα φανταζόμεθα νυμφικὴν, καὶ αὐτῷ συνεῖναι ἡγούμεθα, καὶ αὐτὸν περιπτύσσεσθαι καὶ καταφιλεῖν, τῆς ἀγάπης ἐκβαλλούσης τὸν φόβον, κατὰ τὴν θείαν Γραφήν. Ποθεῖ τοίνυν ἡ νύμφη ὑπ' αὐτοῦ φιληθῆναι τοῦ νυμφίου, μονονουχὶ λέγουσα πρὸς τὸν τούτου Πατέρα· Πέμψον μοι τὸν μονογενῆ σου Υἱὸν, ὦ Δέσποτα καὶ Πάτερ· τοῦτο γὰρ μᾶλλον ἢ ἐκεῖνο θέλεις ἀκούειν· πάλαι αὐτὸν ἀναμένω, πάλαι ποθῶ. Ἔκαμον αὐτοῦ τὰς ἐπιστολὰς δεχομένη διὰ πατριαρχῶν, διὰ νομοθετῶν, διὰ προφητῶν· οὐκέτι φέρω τοῦ ἔρωτος τὴν φλόγα· πῦρ ἐστι καιόμενον καὶ φλεγόμενον ἐν τοῖς ἐγκάτοις μου. Διὰ πάντων μοι τῶν προφητῶν ὑπισχνεῖται παραγίνεσθαι, καὶ οὐδέπω καὶ τήμερον ἐμπεδῶσαι τὰς ὑποσχέσεις ἠθέλησεν. Ὑπέσχετό μοι διὰ τοῦ Δαβὶδ, διὰ τοῦ Ἱερεμίου, διὰ τοῦ Ἡσαΐου, διὰ τοῦ Ἰεζεκιὴλ, καὶ Ζαχαρίου, καὶ Δανιὴλ, καὶ τῶν λοιπῶν προφητῶν παραγίνεσθαι, καὶ τὸν γάμον