Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.56
Not analysed yet
ἐπιτελέσειν. Οὐκ οἶδα δὲ ἀνθ' οὗ μέλλει, καὶ περιορᾷ με ποθοῦσαν. Εἶπέ μοι διὰ Ὠσηέ· «Καὶ μνηστεύσομαί σε ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, καὶ ἐν ἐλέει, καὶ ἐν οἰκτιρμοῖς, καὶ μνηστεύσομαί σε ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον.» Εἶπέ μοι διὰ Ἡσαΐου· «Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα·» καὶ ἀναμένω καθ' ἑκάστην ἡμέραν τυχεῖν ἐφιεμένη τῶν ὑποσχέσεων. Ταῦτα αἰνίττεται λέγουσα· «Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.» Καὶ ἵνα μὴ ἀποφαντικῶς ἑρμηνεύσωμεν, φέρε μάρτυρα τῶν εἰρημένων τὸν μακάριον καλέσωμεν Παῦλον. Οὗτος Ἑβραίοις γράφων, καὶ περὶ πίστεως λόγον διεξιὼν, τοιαῦτά φησι περὶ τοῦ Ἀβραάμ· «Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ, τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός·» καὶ μετὰ βραχέα· «Κατὰ πίστιν, φησὶν, ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς· οἳ γὰρ τοιαῦτα λέγουσιν, ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν· καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστι τῆς ἐπουρανίου· διὸ καὶ οὐκ ἐπαισχύνεται ὁ Θεὸς αὐτῶν καλεῖσθαι Θεός· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν. Καὶ περὶ τοῦ μεγάλου Μωσέως φησὶν, ὅτι «Μᾶλλον εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεψε γὰρ εἰς τὴν μισθαποδοσίαν. Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε.» Καὶ περὶ πάντων δὲ ὁμοῦ τῶν ἁγίων, τῶν ἐν τῇ Παλαιᾷ διαπρεψάντων τοιαῦτά φησι· «Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.» Καὶ Κύριος δὲ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοιαῦτα πρὸς τοὺς ἀποστόλους φησί «Πολλοὶ προφῆται, καὶ βασιλεῖς, καὶ δίκαιοι, ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούει.» Καὶ πρὸς Ἰουδαίους δὲ διαλεγόμενος ἔλεγεν· «Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη.» Καὶ Συμεὼν δὲ ὁ πρεσβύτης ἐχρηματίσθη μὴ ἰδεῖν θάνατον, ἕως ἂν ἴδῃ τὸν Χρι-