Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.57
Not analysed yet
στὸν Κυρίου. Τεχθέντα τοίνυν, καὶ εἰς τὸν ναὸν ἀνενεχθέντα, δεξάμενός τε ἐν χερσὶν, φησί· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν·» καὶ τὰ ἑξῆς. Δῆλον τοίνυν, ὡς ταῖς θείαις ὑποσχέσεσι πιστεύοντες ἐπεθύμουν τῶν ἐπαγγελιῶν τὸ τέλος ἰδεῖν· διὸ τὸ ᾎσμα τῶν ᾀσμάτων εἰσάγει τὴν νύμφην λέγουσαν· «Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὑτοῦ.» Φίλημα δὲ νοοῦμεν οὐ στομάτων συνάφειαν, ἀλλ' εὐσεβοῦς ψυχῆς καὶ θείου λόγου κοινωνίαν. Καὶ ἔοικεν ἡ νύμφη τοιοῦτόν τι λέγειν· Ἤκουσά σου τῶν λόγων διὰ γραμμάτων· ἐπιθυμῶ δὲ καὶ αὐτῆς ἀκοῦσαί σου τῆς φωνῆς· βούλομαι ἀμέσως ἐκ τοῦ στόματος τὴν ἱερὰν δέξασθαι διδασκαλίαν, καὶ ταύτην τοῖς τῆς διανοίας μου καταφιλῆσαι χείλεσι. «Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὑτοῦ.» Ταῦτα τῆς νύμφης εἰρηκυίας, εὐθὺς ὁ νυμφίος ἐπιφαίνεται τῇ νύμφῃ, τὴν ὑπόσχεσιν ἐκείνην πληρῶν, ὅτι «Ἔτι λαλούσης σου, ἰδοὺ πάρειμι.» Αὕτη δὲ εὐθὺς θεασαμένη τὸν ποθούμενον ἐκπλήττεται, αὐτοῦ καὶ θαυμάζει τοὺς μαστοὺς, καὶ τὴν εὐωδίαν, καὶ βοᾷ· βʹ. Ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον, καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα ἀρώματα. Οἶδα, φησὶ, τὰ ὑπὸ Μωσέως κατασκευασθέντα μύρα, τό τε ἔλαιον τῆς χρίσεως, καὶ τὸ θυμίαμα τῆς συνθέσεως· ἀλλὰ πάντων ἐκείνων τῶν ἀρωμάτων τὸ σὸν μύρον ἐστὶν εὐωδέστατον. Μύρον δὲ ἐνταῦθα καλεῖ τὴν πνευματικὴν χάριν, ἧς πλήρης ὑπάρχων, ἐκ τοῦ πληρώματος αὐτοῦ πᾶσιν ἡμῖν δέδωκεν. Διὸ καὶ ὁ μακάριος Παῦλος βοᾷ, ὅτι «Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ θανάτου, εἰς θάνατον· οἷς δὲ ὀσμὴ ζωῆς, εἰς ζωήν.» Γυψὶ γὰρ τοῖς νεκροβόροις, τροφὴ μέν ἐστι τὰ δυσώδη σώματα, τὸ δὲ μύρον ὄλεθρον. Οὕτω τοῖς δυσσεβέσι, καὶ τῇ δυσωδίᾳ τῆς ἁμαρτίας προσεδρεύειν προῃρημένοις, ἡδίστη μὲν τῆς ἀκολασίας ἡ δυσωδία, βαρεῖα δὲ καὶ ἐπαχθὴς ἡ Χριστοῦ διδασκαλία· διὸ καὶ τὸν αὐθαίρετον αὐτοῖς θάνατον ἐπάγει. «Αὕτη γάρ ἐστι, φησὶ, κρίσις, ὅτι τὸ φῶς ἦλθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν μᾶλλον οἱ ἄνθρωποι τὸ σκότος, ἢ τὸ φῶς.» Εἰκότως τοίνυν φησὶν ἡ νύμφη· «Καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα.» Καὶ οὐ λέγει, Τοῦ μύρου σου, ἀλλὰ, «Τῶν μύρων σου·» δεικνύουσα ὅτι πολλὰ καὶ μυρία χαρίσματα. «ᾯ μὲν γὰρ, κατὰ τὸν μακάριον Παῦλον, δέδοται λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων· ἄλλῳ δὲ προφητεία· ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἄλλῳ δὲ γένη γλωσσῶν.» Διὰ τοῦτο οὐ λέγει, Ὀσμὴ μύρου σου, ἀλλὰ, «Ὀσμὴ μύρων σου.» Δείξασα τὰ πολλὰ καὶ ποικίλα χαρίσματα, διδάσκει ἡμᾶς ὅτι ἀπὸ μιᾶς