Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.60
Not analysed yet
προχεῖται πηγῆς. Διὸ ἐπάγει· «Μύρον ἐκκενωθὲν ὄνομά σου.» Οἱ γὰρ πολλοὶ, φησὶν, οὗτοι καὶ διάφοροι κρουνοὶ, οἱ πᾶσαν τὴν οἰκουμένην εὐωδίας πληρώσαντες, μίαν ἔχουσι φλέβα καὶ πηγὴν, τὸ σὸν μύρον. «Ἐν αὐτῷ γὰρ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος,» καὶ αὐτὸς πάντα ὁμοῦ τὰ τοῦ Πνεύματος κατὰ τὸ ἀνθρώπινον ὑπεδέξατο δῶρα. Διὸ καὶ Ἡσαΐας βοᾷ· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης αὐτοῦ ἀναβήσεται· καὶ ἐπαναπαύσεται ἐπ' αὐτῷ τὸ Πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· καὶ πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν. Διὰ τοῦτο λέγει· «Μύρον ἐκκενωθὲν ὄνομά σοι·» καὶ οὐ λέγει «μύρον» ἁπλῶς, ἀλλὰ «ἐκκενωθέν.» Καθάπερ γὰρ τὸ μύρον ἐν ἀγγείῳ κεκρυμμένον, κεκρυμμένην ἔχει καὶ τὴν εὐοσμίαν, εἰ δὲ προχυθείη, καὶ αὐτὸν ἀναπίμπλησι τὸν ἀέρα· οὕτως ὁ Δεσπότης Χριστὸς, πρὸ μὲν τοῦ πάθους ὀλίγοις ἦν γνώριμος· ἐπειδὴ δὲ τὸν σταυρὸν ὑπέμεινε, καὶ τὸν θάνατον, καὶ οἱονεὶ διηνοίγη τὸ τοῦ σώματος ἄγγος, πλήρεις μὲν εὐθὺς οἱ μακάριοι ἀπόστολοι τῆς εὐοσμίας ἐκείνης ἐγένοντο· δραμόντες δὲ, γῆν καὶ θάλασσαν περινοστήσαντες, καὶ τὸ κήρυγμα πᾶσι διαπορθμεύσαντες, ἅπασαν τὴν οἰκουμένην τῆς εὐοσμίας ἐπλήρωσαν. Διὰ τοῦτό φησιν ἡ νύμφη· «Μύρον ἐκκενωθὲν ὄνομά σοι.» Ἀρκεῖ γὰρ ἡ Χριστοῦ προσηγορία οἱονεὶ μυρίσαι καὶ εὐωδίας ἁπάσης ἐμφορῆσαι τῶν εὐσεβῶν τὰς ψυχάς. Εἰ δὲ βούλῃ καὶ μυστικώτερον νοῆσαι, ἀνάμνησον σεαυτὸν τῆς ἱερᾶς μυσταγωγίας, ἐν ᾗ οἱ τελούμενοι, μετὰ τὴν ἄρνησιν τοῦ τυράννου, καὶ τὴν τοῦ βασιλέως ὁμολογίαν, οἱονεὶ σφραγῖδά τινα βασιλικὴν δέξονται τοῦ πνευματικοῦ μύρου τὸ χρίσμα· ὡς ἐν τύπῳ τῷ μύρῳ τὴν ἀόρατον τοῦ παναγίου Πνεύματος χάριν ὑποδεχόμενοι. Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε. (στιχ. γʹ.) Εἵλκυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρου σου δραμοῦσαι. Ταύτης, φησὶ, τῆς εὐοσμίας τοῦ μύρου σου, τουτέστι τῆς θείας καὶ σωτηριώδους σου διδασκαλίας, ἀντιλαμβανόμεναι αἱ νεανικαὶ καὶ ἀνδρεῖαι ψυχαὶ (ταύτας γὰρ νεάνιδας ὁ λόγος καλεῖ), οὕτως σε θερμῶς ἠγάπησαν, ὡς ἑλκῦσαί σε πρὸς ἑαυτὰς, καὶ ὀπίσω σου ἀκολουθῆσαι, ἀλλὰ καὶ σὺν δρόμῳ τοῦτο ποιῆσαι, ἵνα μὴ ἀπολειφθῶσι, μηδὲ χωρισθῶσι τοῦ ποθουμένου. Δηλοῖ δὲ καὶ ὁ μακάριος Παῦλος τοῦτον τὸν δρόμον, λέγων· «Τρέχω εἴ γε καὶ καταλάβω, ἐφ' ᾧ καὶ κατελήφθην.» Καὶ πάλιν· «Οὕτως, φησὶ, τρέχετε, ἵνα καταλάβητε.» Καὶ ἑτέρωθι· «Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα.» Τρέχουσι τοίνυν αἱ νεανικὸν φρόνη-