Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.61
Not analysed yet
μα κεκτημέναι ψυχαὶ, καὶ τὸν ἁβρὸν καὶ ὑγρὸν καὶ χαῦνον βίον διαφυγοῦσαι, καὶ τὸν πόνον ἀντὶ τρυφῆς προελόμεναι, ὀπίσω τοῦ νυμφίου θελγόμεναι καὶ καλούμεναι τῇ εὐωδίᾳ τοῦ μύρου, καὶ οἱονεὶ ἀῤῥήτῳ δεσμῷ κατεχόμεναι. Ταῦτα μὲν οὖν ἡ νύμφη, μηδέπω τοῦ νυμφῶνος ἀξιωθεῖσα, πρός τε τὸν τοῦ νυμφίου Πατέρα, καὶ πρὸς αὐτὸν τὸν νυμφίον ἐληλυθότα πρὸς αὐτὴν διεξέρχεται. Ἀξιοῦται δὲ καὶ τῆς παστάδος, καὶ τῶν τοῦ νυμφίου θαλάμων τε καὶ ταμιείων, καὶ σεμνυνομένη πρὸς τὸν οἰκεῖον λέγει χορόν· «Εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ,» τουτέστι, τὰ κεκρυμμένα αὐτοῦ ἀπεκάλυψέ μοι βουλεύματα· τὸ μυστήριον τὸ ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν ἐγνώρισέ μοι· τοὺς θησαυροὺς, τοὺς σκοτεινοὺς, καὶ ἀποκρύφους, καὶ ἀοράτους, ἀνέῳξέ μοι, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν. Καὶ τοῦτο ἔστιν ἀκριβέστερον ἐκ τῶν ἱερῶν Εὐαγγελίων μαθεῖν, ἡνίκα ὁ Δεσπότης Χριστὸς, τοῖς μὲν Ἰουδαίοις ἐν παραβολαῖς διελέγετο, τοῖς δὲ ἁγίοις αὐτοῦ μαθηταῖς ἀπεκάλυπτε τῶν παραβολῶν τὴν διάνοιαν, λέγων· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται. Καὶ ταμιεῖον δὲ ὁ Κύριος τὴν διάνοιαν προσαγορεύει, λέγων· «Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ.» «Εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ·» μονονουχὶ λέγουσα μετὰ τοῦ μακαρίου Παύλου, ὅτι «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἂ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Ἡμεῖς γὰρ νοῦν Χριστοῦ ἔχομεν, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι.» —»Εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ.» Ἀναγκαῖον ζητῆσαι τίνος ἕνεκεν μόνη ἡ νύμφη εἰσάγεται, αἱ δὲ νεάνιδες οὐκ εἰσάγονται, ἀλλ' ἔξω ἑστηκυῖαι, τὴν νύμφην εἰσελθοῦσαν ἀναμένουσι· καὶ ἐξελθούσης καὶ διηγησαμένης πῶς εἰσήγαγεν αὐτὴν ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ, ἐπάγουσιν· «Ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν σοί. Ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον. Εὐθύτης ἠγάπησέ σε.» Οὐ πάντες οἱ πεπιστευκότες, τῆς ἴσης ἀξίας ὑπάρχουσι. «Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρί μου,» φησὶν ὁ Χριστὸς, τουτέστιν, ἀξιωμάτων διαφοραί. Ἄλλο γὰρ τάγμα πατριαρχῶν, καὶ ἄλλο προφητῶν· ἄλλο ἀποστόλων, καὶ ἄλλο μαρτύρων· ἄλλο τῶν ἐν παρθενίᾳ διαπρεψάντων, καὶ ἄλλο τῶν τοῦ γάμου ζυγὸν ἐννόμως ὑπελθόντων· ἄλλο τῶν ἐν πλούτῳ τὸν Θεὸν θεραπευσάντων, καὶ πιστῶν οἰκονόμων γεγενημένων, καὶ ἄλλο τῶν τῆς πενίας τὰ ποικίλα παθήματα καρτερῶς ὑπενεγκάντων· ἄλλο τῶν τὴν πολιτικὴν ἀρετὴν μετιόντων, καὶ ἄλλο τῶν ἐν ὄρεσι διαιτωμένων, καὶ τῇ θείᾳ θεωρίᾳ μόνῃ προσέχειν προαιρου-