Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.64
Not analysed yet
μένων. Καὶ ἐν αὐτοῖς δὲ τούτοις τοῖς τάγμασι πολλὰς ἔστιν εὑρεῖν τὰς διαφοράς· τῶν μὲν θερμότερον, τῶν δὲ χαυνότερον μετιόντων ἃ μετίασι· καὶ τῶν μὲν σπουδαιότερον, τῶν δὲ ἀμελέστερον. Καὶ τοῦτο ἔστιν εὑρεῖν καὶ ἐκ τῆς τοῦ Κυρίου παραβολῆς. Δέκα γὰρ παρθένους εἰσάγων, τὰς μὲν πέντε λέγει φρονίμους, τὰς δὲ πέντε μωράς· καὶ τὰς μὲν ἀξιοῖ τοῦ νυμφῶνος, ταῖς δὲ ἀποκλείει τὰς θύρας· καὶ ἀποκρίνεται μὲν αὐταῖς, τὴν παρθενίαν τιμῶν, οὐκ ἀξιοῖ δὲ τῆς εἰσόδου, διὰ τὴν περὶ τὰς ἄλλας ἀρετὰς ῥᾳθυμίαν. Ἐπειδὴ τοίνυν οὕτω ταῦτα διευκρινησάμεθα, νοήσωμεν νύμφην μὲν εἶναι τὰς ἐν ἁπάσαις ταῖς ἀρεταῖς τετελειωμένας ψυχὰς, νεάνιδας δὲ ταύτῃ ἑπομένας, τὰς ἀγαπώσας μὲν τὸν νυμφίον, καὶ ἀκολουθεῖν αὐτῷ σπουδαζούσας, τὴν τελειότητα δὲ τῆς νύμφης οὐδέπω μιμησαμένας. Καὶ ὅτι ταῦθ' οὕτως ἔχει, μαρτυρεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῷ μδʹ ψαλμῷ τὰ ὅμοια λέγον. Διηγησάμενον γὰρ τοῦ νυμφίου τὸ κάλλος, καὶ τὴν ἐν τοῖς χείλεσι χάριν, καὶ τὴν αἰώνιον εὐλογίαν, καὶ τὴν φοβερὰν παντευχίαν, καὶ τῶν πολεμίων τὸν ὄλεθρον, καὶ τῶν πάλαι αἰχμαλώτων λαῶν τὴν ὑπόπτωσιν καὶ προσκύνησιν, τὸν βασιλικὸν αὐτοῦ καὶ αἰώνιον θρόνον, καὶ τὰ σκῆπτρα τῆς βασιλείας, τὰ τῇ δικαιοσύνῃ κεκοσμημένα· πρὸς δὲ τούτοις καὶ τὴν ἀνθρωπείαν ἀρετὴν, ἣν μετελήλυθεν, «ἡνίκα ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών·» πρὸς δὲ τούτοις καὶ τὴν χρίσιν τὴν κατὰ τὸ ἀνθρώπινον γεγενημένην, καὶ τὰ δῶρα τὰ ὑπὸ τῶν Μάγων προσενεχθέντα, παράγει· «Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.» Καὶ βασίλισσαν μὲν καλεῖ τὰς τετελειωμένας ἐν ἀρετῇ ψυχὰς, ἐπειδὴ καὶ Παῦλος οὕτω λέγει· «Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν·» ἱματισμὸν δὲ διάχρυσον καὶ ποικίλον, τὰ αὐτὰ τοῦ Πνεύματος ποικίλα χαρίσματα. Εἶτα καὶ συμβουλὴν αὐτῇ προσφέρει· «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.» Δείκνυσι δὲ ἑαυτὸν οὐ μόνον αὐτῆς συγγενῆ ὄντα κατὰ τὸ ἀνθρώπινον, ἀλλὰ καὶ Κύριον καὶ Δεσπότην κατὰ τὴν κεκρυμμένην θεότητα· καὶ τῆς ἀῤῥήτου φιλανθρωπίας αὐτὴν ἀναμιμνήσκων, φησὶν, «Ὅτι αὐτός ἐστι Κύριος καὶ Θεός σου, καὶ προσκυνήσεις αὐτῷ.» Προαγορεύει αὐτῇ καὶ τὴν οὐκ εἰς μακρὰν θεωμένην παρά τε βασιλέων καὶ ἀρχόντων προσκύνησιν. «Τὸ πρόσωπόν σου γὰρ, φησὶ, λιτανεύσουσι πάντες οἱ πλούσιοι τοῦ λαοῦ.» Πρόσωπον δὲ τῆς Ἐκκλησίας, κατὰ μὲν τὸ ὁρώμενον, τὸ ἱερατικὸν ἀξίωμα, κατὰ δὲ τὸ νοούμενον, αὐτὸς ὁ νυμφίος, ὁ κεφαλὴ αὐτῆς γεγενῆσθαι ἀξιώσας, κατὰ τὴν τοῦ Ἀποστόλου φω-